previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν fr. 82 Pr'.' καὶ Ἐπίχαρμος δ᾽ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει p. 239 L':'
αἰολίαι πλῶτές <τε> κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζῴων ἠθῶν καὶ βίων φησίν p. 610 b 14',' ὅτι ζῶσιν οἱ κεστρεῖς κἂν ἀφαιρεθῶσι τὰς κέρκους. ἀπεσθίεται δ᾽ μὲν κεστρεὺς ὑπὸ λάβρακος, δὲ γόγγρος ὑπὸ μυραίνης. δὲ λεγομένη παροιμίακεστρεὺς νηστεύει᾽ ἐπὶ τῶν δικαιοπραγούντων ἀκούεται, ἐπειδὴ οὐ σαρκοφαγεῖ κεστρεύς. Ἀναξίλας ἐν Μονοτρόπῳ Μάτωνα τὸν σοφιστὴν ἐπὶ γαστριμαργίᾳ διαβάλλων φησί II 269 K':'
τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον
ἀναρπάσας Μάτων: ἐγὼ δ᾽ ἀπόλλυμαι.
δὲ καλὸς Ἀρχέστρατός φησι fr. 25 R':'
κεστρέα δ᾽ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε,
ἀνδράσι τ᾽ ἀστείοισιν ὁμιλήσεις.
Διοκλῆς Θαλάττῃ I 767 K':'
ἅλλεται δ᾽ ὑφ᾽ ἡδονῆς
κεστρεύς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: