previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΟΡΑΚΙΝΟΣ. ‘οἱ μὲν θαλάττιοι, φησὶν Ἱκέσιος, ὀλιγότροφοι καὶ εὐέκκριτοι, εὐχυλίᾳ δὲ μέσοι.' Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων p. 543 a 30' 'συμβαίνειν μέν φησι σχεδὸν πᾶσι τοῖς ἰχθύσι ταχεῖαν γίνεσθαι τὴν αὔξησιν, <οὐχ> ἥκιστα δὲ κορακίνῳ. τίκτει δὲ πρὸς τῇ γῇ καὶ τοῖς βρυώδεσι καὶ δασέσι. Σπεύσιππος δ᾽ ἐν δευτέρῳ Ὁμοίων ἐμφερεῖς φησιν εἶναι μελάνουρον καὶ κορακῖνον. Νουμήνιος δ᾽ ἐν Ἁλιευτικῷ φησι fr. 12 Birt':'
ῥηιδίως ἕλκοιο καὶ αἰολίην κορακῖνον.
μήποτ᾽ οὖν καὶ οἱ παρ᾽ Ἐπιχάρμῳ αἰολίαι λεγόμενοι ἐν Μούσαις p. 239 L' 'κορακῖνοί εἰσι. φησὶ γάρ:
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
ἐν δὲ Ἥβας γάμῳ p. 233 L' 'καὶ τῶν αἰολιῶν μνημονεύει ὡς διαφόρων:
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες,
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
Εὐθύδημος δ᾽ ἐν τῷ περὶ ταρίχων τὸν κορακῖνόν φησιν ὑπὸ πολλῶν σαπέρδην προσαγορεύεσθαι. ὁμοίως δ᾽ εἴρηκε καὶ Ἡρακλέων Ἐφέσιος, ἔτι δὲ Φυλότιμος ἐν Ὀψαρτυτικῷ. ὅτι δὲ καὶ πλατιστακὸς καλεῖται σαπέρδης, καθάπερ καὶ κορακῖνος, Παρμένων φησὶν Ῥόδιος ἐν πρώτῳ μαγειρικῆς διδασκαλίας. Ἀριστοφάνης δ᾽ ἐν Τελμησσεῦσι I 527 K' '‘μελανοπτερύγων, ἔφη, κορακίνων.' ὑποκοριστικῶς δὲ ὠνόμασεν αὐτοὺς Φερεκράτης ἐν Ἐπιλήσμονι I 160 K':'
τοῖς σοῖσι συνὼν κορακινιδίοις
καὶ μαινιδίοις.
Ἄμφις δ᾽ ἐν Ἰαλέμῳ II 242 K':'
ὅστις κορακῖνον ἐσθίει θαλάττιον
γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.
οἱ δὲ Νειλῶται κορακῖνοι ὅτι γλυκεῖς καὶ εὔσαρκοι, ἔτι δὲ ἡδεῖς, οἱ πεπειραμένοι ἴσασιν. ὠνομάσθησαν δὲ διὰ τὸ διηνεκῶς τὰς κόρας κινεῖν καὶ οὐδέποτε παύεσθαι. καλοῦσι δ᾽ αὐτοὺς οἱ Ἀλεξανδρεῖς πλάτακας ἀπὸ τοῦ περιέχοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: