Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ Ἀριστοφάνης δ᾽ ἐν Ἱππεῦσι μνημονεύει
ὡς διαφόρων γινομένων τῶν περὶ τὴν Μίλητον λαβράκων,
ὅταν οὕτως λέγῃ ῾361':'
ἀλλ᾽ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
ἐν δὲ Λημνίαις ῾I 487 K':'
οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου καθάπερ καὶ τοῦ τῶν γλαύκων.
καὶ Εὔβουλος δ᾽ ἐν
Τιτθαῖς φησι ῾II 204 K':'
μὴ πολυτελῶς, ἀλλὰ καθαρείως: ὅ τι ἂν ᾖ
ὁσίας ἕνεκα, σηπίδια ἢ τευθίδια
πλεκτάνια μικρὰ πουλύποδος, νῆστίν τινα,
μήτραν, χόρια, πῦον, λάβρακος κρανίον
εὐμέγεθες.
ὁ δὲ Γαίσων,
οὗ Ἀρχέστρατος μνημονεύει,
ἡ Γαισωνὶς
λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ
θαλάσσῃ,
ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῇ #2#
τῶν Ἑλληνικῶν ῾FHG III 3'.'
Ἔφορος δ᾽ ἐν τῇ πέμπτῃ
῾FHG I 260' '
ποταμὸν εἶναί φησι τὸν Γαίσωνα περὶ
Πριήνην,
ὃν εἰσρεῖν εἰς λίμνην.
Ἄρχιππος ἐν Ἰχθύσι
μνημονεύων τῶν λαβράκων φησίν ῾I 684 K':'
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος,
Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
καὶ τοὺς λάβρακας ἐντερεύων.