Ἰταλίας δὲ ... μεταξὺ κατὰ στενοκύμονα πορθμὸν
ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ,
ὠνοῦ: τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΜΥΡΟΣ. ὁ δὲ μῦρος, ὥς φησιν Ἀριστοτέλης
ἐν πέμπτῳ ζῴων μορίων ῾p. 543 a 24',' διαφέρει τῆς σμυραίνης. ἣ μὲν γὰρ ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ
μῦρος λειόχρως καὶ ἰσχυρὸς καὶ τὸ χρῶμα ὅμοιον
ἔχει ἴυγγι ὀδόντας τε ἔσωθεν καὶ ἔξωθεν. Δωρίων
δὲ τὸν μῦρόν φησι τὰς διὰ σαρκὸς ἀκάνθας οὐκ ἔχειν,
ἀλλ᾽ ὅλον εἶναι χρήσιμον καὶ ἁπαλὸν ὑπερβολῇ. εἶναι
δὲ αὐτῶν γένη δύο: εἰσὶ γὰρ οἳ μὲν μέλανες, οἳ δ᾽
ὑποπυρρίζοντες, κρείσσονες δ᾽ εἰσὶν οἱ μελανίζοντες.
Ἀρχέστρατος δὲ ὁ ἡδονικὸς φιλόσοφός φησιν ῾fr. 32 R':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.