ὅκχ᾽ ὁρῇ βῶκάς <τε> πολλοὺς καὶ σμαρίδας.Ἐπαίνετος δ᾽ ἐν Ὀψαρτυτικῷ φησι: ‘σμαρίδα, ἣν ἔνιοι καλοῦσι κυνὸς εὐναί.' Ἀντιφάνης δ᾽ ἐν Ἀγροίκῳ ἢ Βουταλίωνι Ἑκάτης βρώματα καλεῖ τὰς μαινίδας διὰ τὴν βραχύτητα, λέγων οὕτως ῾II 39 K':'
τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικακαλοῦνται δέ τινες καὶ λευκομαινίδες, ἃς ἔνιοι βόακας ὀνομάζουσι. Πολίοχος Κορινθιαστῇ ῾IV 589 M':'
ἀνθρωποφάγους ἰχθῦς. Β. τί φής, ὦ φίλτατε,
ἀνθρωποφάγους; πῶς; Γ. οὓς <ἂν> ἄνθρωπος
φάγοι
δηλονότι: ταῦτα δ᾽ ἐστὶν Ἑκάτης βρώματα,
ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.
ὅπως σε πείσῃ μηδὲ εἷς, πρὸς τῶν θεῶν,
τοὺς βόακας, ἄν ποτ᾽ ἔλθῃ, λευκομαινίδας καλεῖν.