previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΜΟΡΜΥΡΟΣ. τροφιμώτατος, ὥς φησιν Ἱκέσιος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ μύρμας αὐτοὺς ὀνομάζει, εἰ μὴ διάφοροι τὴν φύσιν εἰσίν. γράφει δ᾽ οὕτως p. 235 L':'
<καὶ> χελιδόνες τε μύρμαι τοί τε κολιᾶν μέζονες
ἐντί.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων μορμύλους αὐτοὺς καλεῖ. Λυγκεὺς δ᾽ Σάμιος ἐν τῇ ὀψωνητικῇ τέχνῃ, ἣν προσεφώνησέ τινι τῶν ἑταίρων δυσώνῃ, φησίν: ‘οὐκ ἄχρηστον δὲ πρὸς τοὺς ἀτενίζοντας καὶ μὴ συγκαθιέντας τῇ τιμῇ καὶ τὸ κακῶς λέγειν παρεστηκότα τοὺς ἰχθύας, ἐπαγόμενον Ἀρχέστρατον τὸν γράψαντα τὴν Ἡδυπάθειαν τῶν ἄλλων τινὰ ποιητῶν καὶ λέγοντα τὸ μέτρον Arch. fr. 31 R':'
μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδέ ποτ᾽ ἐσθλός.
καὶ Arch. fr. 7 R' '‘τὴν ἀμίαν ὠνοῦ φθινοπώρου,' νῦν δ᾽ ἐστὶν ἔαρ. καὶ Arch. fr. 26 R':'
κεστρέα τὸν θαυμαστόν, ὅταν χειμὼν ἀφίκηται,
νῦν δ᾽ ἐστὶ θέρος: καὶ πολλὰ τῶν τοιούτων. ἀποσοβήσεις γὰρ πολλοὺς τῶν ὠνουμένων καὶ προσεστηκότων. τοῦτο δὲ ποιῶν ἀναγκάσεις τὸ σοὶ δοκοῦν λαβεῖν αὐτόν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: