previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΟΝΟΣ καὶ ΟΝΙΣΚΟΣ. ‘ὄνος, φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν p. 311 R',' ἔχει στόμα ἀνερρωγὸς ὁμοίως τοῖς γαλεοῖς: καὶ οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρδίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φωλεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. μνημονεύει δ᾽ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ p. 235 L':'
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας
ὄνους.
διαφέρει δ᾽ ὄνος ὀνίσκου, ὥς φησι Δωρίων ἐν τῷ περὶ ἰχθύων γράφων οὕτως: ‘ὄνος, ὃν καλοῦσί τινες γάδον. γαλλερίας, ὃν καλοῦσί τινες ὀνίσκον τε καὶ μάξεινον.' Εὐθύδημος δ᾽ ἐν τῷ περὶ ταρίχωνοἳ μὲν βάκχον, φησί, καλοῦσιν, οἳ δὲ χελλαρίην, οἳ δὲ ὀνίσκον.' Ἀρχέστρατος δέ φησι fr. 35 R':'
τὸν δ᾽ ὄνον Ἀνθηδών, τὸν καλλαρίαν καλέουσιν,
ἐκτρέφει εὐμεγέθη, σομφὴν δὲ τρέφει τινὰ σάρκα
κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ᾽, ἄλλοι δ᾽ .......
αἰνοῦσιν: χαίρει γὰρ μὲν τούτοις, δ᾽ ἐκείνοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: