previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Ὑπερείδης δὲ ῥήτωρ ὀψοφάγος ἦν, ὥς φησι Τιμοκλῆς κωμικὸς ἐν Δήλῳ διηγούμενος τοὺς παρὰ Ἁρπάλου δωροδοκήσαντας. γράφει δὲ οὕτως II 452 K':'
Α. Δημοσθένης τάλαντα πεντήκοντ᾽ ἔχει.
Β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί.
Α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ.
Β. ἀνόητος διδούς, εὐτυχὴς δ᾽ λαμβάνων.
Α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης.
Β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω.
Α. τ᾽ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει.
Β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῶν πλουτιεῖ:
ὀψοφάγος γάρ, ὥστε τοὺς λάρους εἶναι Σύρους.
καὶ ἐν Ἰκαρίοις δὲ αὐτὸς ποιητής φησι II 458 K':'
τόν τ᾽ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς,
ὃς ἠπίαις φωναῖσιν, ἔμφρονος λόγου
κόμποις παφλάζων, ὑπτίοις πυκνώμασι
πρὸς παν .......... δυσας ἔχει,
μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.
Φιλέταιρος δ᾽ ἐν Ἀσκληπιῷ [τὸν Ὑπερείδην] πρὸς τῷ ὀψοφαγεῖν καὶ κυβεύειν αὐτόν φησι, καθάπερ καὶ Καλλίαν τὸν ῥήτορα Ἀξιόνικος ἐν Φιλευριπίδῃ II 413 K':'
ἄλλον δ᾽ ἰχθὺν
μεγέθει πίσυνόν τινα τοῖσδε τόποις
ἥκει κομίσας
Γλαῦκός τις ἐν πόντῳ γ᾽ ἁλούς,
σῖτον ὀψοφάγων.
καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατ᾽ ὤμων.
τίνα τῷδ᾽ ἐνέπω τὴν σκευασίαν;
πότερον χλωρῷ τρίμματι βρέξας
τῆς ἀγρίας
ἅλμης πάσμασι σῶμα λιπάνας
πυρὶ παμφλέκτῳ παραδώσω;
ἔφα τις, ὡς ἐν ἅλμῃ
θερμῇ τοῦτο φάγοι γ᾽ ἑφθὸν ἀνὴρ
Μοσχίων φίλαυλος.
βοᾷ δ᾽ ὄνειδος ἴδιον, Καλλία.
σὺ μὲν ἀμφί <τε> σῦκα καὶ ἀμφὶ ταρίχι᾽ ἀγάλλῃ,
τοῦ δ᾽ ἐν ἅλμῃ παρεόντος
οὐ γεύῃ χαρίεντος ὄψου,
τὰ μὲν σῦκα, ὡς ἂν συκοφάντην λοιδορῶν, τὰ δὲ ταρίχη, μήποτε καὶ ὡς αἰσχροποιοῦντος. καὶ Ἕρμιππος δέ φησιν ἐν τρίτῳ περὶ τῶν Ἰσοκράτους μαθητῶν FHG III 50' 'ἑωθινὸν τὸν Ὑπερείδην ποιεῖσθαι νῦν τοὺς περιπάτους ἐν τοῖς ἰχθύσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: