previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντιφάνης δ᾽ ἐν Πλουσίοις κατάλογον ποιεῖται ὀψοφάγων ἐν τούτοις II 89 K':'
Εὔθυνος δ᾽ ἔχων
σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος
ἐλογίζετο τῶν πραγμάτων οὐκ οἶδ᾽ τι:
Φοινικίδης δὲ Ταυρέας θ᾽ φίλτατος,
ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες
οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη,
ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι
ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ.
κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε,
ὡς οὐ βιωτόν ἐστιν οὐδ᾽ ἀνασχετὸν
τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας
ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα,
ὄψου δὲ μηδὲν .... εἰσπλεῖν μηδὲ γρῦ.
τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ
νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν
τῶν ἰχθύων. νυνδὶ Μάτων συνήρπακεν
τοὺς ἁλιέας, καὶ <δὴ> Διογείτων νὴ Δία
ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν,
κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν.
γάμοι δ᾽ ἐκεῖνοι καὶ πότοι νεανικοὶ
ἦσαν .....
Εὔφρων δὲ ἐν Μούσαις IV 491 M':'
Φοινικίδης δ᾽ ὡς εἶδεν ἐν πλήθει νέων
μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων,
ἐπίσχετ᾽ ὀργῇ χεῖρας ἠρεθισμένας:
τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν;
τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι;
ποῦ Κόρυδος Φυρόμαχος Νείλου βία;
ἴτω πρὸς ἡμᾶς, καὶ τάχ᾽ <ἂν> οὐδὲν μεταλάβοι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: