previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φόρυσκον δέ φησιν Ἡγήσανδρος FHG IV 417' 'τὸν ἰχθυοφάγον οὐ δυνηθέντα ὅσον ἤθελεν ἀφελεῖν τοῦ ἰχθύος, ἀλλ᾽ ἀκολουθήσαντος αὐτῷ πλείονος εἰπεῖν Soph. Ant. 714':'
τὰ δ᾽ ἀντιτείνοντ᾽ αὐτόπρεμν᾽ ἀπόλλυται,
καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι. Βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν Eur. Bacch. 1127':'
Ἰνὼ δὲ τἀπὶ θάτερ᾽ ἐξειργάζετο.
Θεόκριτος δ᾽ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπειδὴ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, ‘παῦσαι, φησί, κλαίων, πόνηρε: οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις.' τοῦ δ᾽ αὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπειδὴ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφησε τὸν οὐρανὸν κατακεκαῦσθαι, ‘λοιπόν, ἔφησεν, ἐστίν, Θεόκριτος, σοι καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν καὶ θάλατταν καὶ οὐρανόν.' Κλέαρχος δ᾽ ἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως FHG II 308':' ‘Τέχνων παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος ῾ἦν δὲ φίλιχθυς᾿ ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ.' καὶ Ἄλεξις δ᾽ ποιητὴς ἦν ὀψοφάγος, ὡς Σάμιός φησι Λυγκεύς: καὶ σκωπτόμενος ὑπό τινων σπερμολόγων εἰς ὀψοφαγίαν ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, Ἄλεξιςσπερμολόγους, ἔφη, πεφρυγμένους.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: