previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀριστόδημος δ᾽ ἐν τοῖς γελοίοις ἀπομνημονεύμασιν Εὐφράνορά φησι FHG III 310' 'τὸν ὀψοφάγον ἀκούσαντα ὅτι ἄλλος ἰχθυοφάγος ἀπέθανε θερμὸν ἰχθύος τέμαχος καταπιὼν ἀναφωνῆσαιἱερόσυλος θάνατος.' Κίνδων δὲ ὀψοφάγος καὶ Δημύλος ῾ὀψοφάγος δὲ καὶ οὗτος᾿ γλαύκου παρατεθέντος, ἄλλου δ᾽ οὐδενός, μὲν τὸν ὀφθαλμὸν κατελάβετο, καὶ Δημύλος ἐπὶ τὸν ἐκείνου ὀφθαλμὸν ἐπιβαλὼν ἐβιάζετο φωνῶνἄφες καὶ ἀφήσω.' ἐν δείπνῳ δέ ποτε καλῆς λοπάδος ὄψου παρατεθείσης Δημύλος οὐκ ἔχων ὅπως αὐτὴν μόνος καταφάγῃ ἐνέπτυσεν εἰς αὐτήν. Ζήνων δ᾽ Κιτιεὺς τῆς στοᾶς κτίστης πρὸς τὸν ὀψαφάγον συνέζη ἐπὶ πλείονα χρόνον, καθά φησιν Ἀντίγονος Καρύστιος ἐν τῷ Ζήνωνος βίῳ p. 119 Wil',' μεγάλου τινὸς κατὰ τύχην ἰχθύος παρατεθέντος, ἄλλου δ᾽ οὐδενὸς παρεσκευασμένου, λαβὼν ὅλον Ζήνων ἀπὸ τοῦ πίνακος οἷος ἦν κατεσθίειν. τοῦ δ᾽ ἐμβλέψαντος αὐτῷ, ‘τί οὖν, ἔφη, τοὺς συζῶντάς σοι οἴει πάσχειν, εἰ σὺ μίαν ἡμέραν μὴ δεδύνησαι ἐνεγκεῖν ὀψοφαγίαν; Ἴστρος δέ φησι om. FHG' 'Χοιρίλον τὸν ποιητὴν παρ᾽ Ἀρχελάου τέσσαρας μνᾶς ἐφ᾽ ἡμέρᾳ λαμβάνοντα ταύτας καταναλίσκειν εἰς ὀψοφαγίαν, γενόμενον ὀψοφάγον οὐκ ἀγνοῶ δὲ καὶ τοὺς ἰχθυοφάγους παῖδας, ὧν Κλέαρχος μνημονεύει ἐν τῷ περὶ θινῶν FHG II 325':' φάσκων Ψαμμήτιχον τὸν Αἰγυπτίων βασιλέα παῖδας θρέψαι ἰχθυοφάγους, τὰς πηγὰς τοῦ Νείλου βουλόμενον εὑρεῖν: καὶ ἄλλους δὲ ἀδίψους ἀσκῆσαι τοὺς ἐρευνησομένους τὰς ἐν Λιβύῃ ψάμμους, ὧν ὀλίγοι διεσώθησαν. οἶδα δὲ καὶ τοὺς περὶ Μόσσυνον τῆς Θρᾴκης βοῦς, οἳ ἰχθῦς ἐσθίουσι παραβαλλομένους αὐτοῖς εἰς τὰς φάτνας. Φοινικίδης δὲ τοὺς ἰχθῦς παρατιθεὶς τοῖς τὰς συμβολὰς δεδωκόσι τὴν μὲν θάλασσαν ἔλεγε κοινὴν εἶναι, τοὺς δ᾽ ἐν αὐτῇ ἰχθῦς τῶν ὠνησαμένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: