previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἴρηται δὲ καὶ ὀψοφάγος, ἑταῖροι, καὶ τὸ ὀψοφαγεῖν. Ἀριστοφάνης ἐν Νεφέλαις δευτέραις v. 983':'
<οὐδ᾽> ὀψοφαγεῖν οὐδὲ κιχλίζειν.
Κηφισόδωρος Ὑί I 802 K':'
οὐδ᾽ ὀψοφάγος οὐδ᾽ ἀδολέσχης.
Μάχων Ἐπιστολῇ IV 496 M':'
ὀψοφάγος εἰμί. τοῦτο δ᾽ ἐστὶ τῆς τέχνης
θεμέλιος ἡμῖν: προσπεπονθέναι τι δεῖ
τὸν μὴ τὰ παραδοθέντα λυμανούμενον.
<> πεφροντικὼς αὑτοῦ γὰρ οὐκ ἔσται κακός.
ἔπειτ᾽ ἐπὰν καθαρὰ τᾀσθητήρια,
οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά.
ἅλας οὐκ ἔχει: προσένεγκ᾽. <ἔτ᾽> ἐπιδεῖταί τινος
ἑτέρου: πάλιν γεύου σύ, μέχρι ἂν ἡδὺς ,
ὥσπερ λύραν ἐπίτειν᾽, ἕως <ἂν> ἁρμόσῃ.
εἶθ᾽ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ,
εἴσαγε διὰ πασῶν νικολαίδας μυκόνιος.
πρὸς τούτοις τοῖς ὀψοφάγοις, ἄνδρες ἑταῖροι, οἶδα καὶ τὸν παρ᾽ Ἠλείοις τιμώμενον Ὀψοφάγον Ἀπόλλωνα. μνημονεύει δὲ αὐτοῦ Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ fr. 70 Pr'.' οἶδα δὲ καὶ τὴν ἐν τῇ Πισάτιδι γραφὴν ἀνακειμένην ἐν τῷ τῆς Ἀλφειώσας Ἀρτέμιδος ἱερῷ ῾Κλεάνθους δ᾽ ἐστὶ τοῦ Κορινθίοὐ, ἐν Ποσειδῶν πεποίηται θύννον τῷ Διὶ προσφέρων ὠδίνοντι, ὡς ἱστορεῖ Δημήτριος ἐν ὀγδόῳ Τρωικοῦ διακόσμου fr. 5 Gaede'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: