ἀλλ᾽ ἀγόρασον εὐτελῶς:ὁ δὲ παρὰ Μνησιμάχῳ ἐν τῷ ὁμωνύμῳ δράματι Δύσκολος φιλάργυρος ὢν σφόδρα πρὸς τὸν ἀσωτευόμενον νεανίσκον φησίν ῾II 436 K':'
ἅπαν γὰρ ἱκανόν ἐστι. Β. φράζε, δέσποτα.
Α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, ὅ τι ἂν ᾖ,
ὁσίας ἕνεκ᾽: ἀρκεῖ τευθίδια, σηπίδια:
κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει
ἢ δύ᾽ ἐπὶ τὴν τράπεζαν: ἐγχελύδια
Θήβηθεν ἐνίοτ᾽ ἔρχεται: τούτων λαβέ.
ἀλεκτρυόνιον, φάττιον, περδίκιον,
τοιαῦτα. δασύπους ἄν τις εἰσέλθῃ, φέρε.
Β. ὡς μικρολόγος εἶ. Α. σὺ δέ γε λίαν πολυτελής:
πάντως κρέ᾽ ἡμῖν ἔστι. Β. πότερ᾽ ἔπεμψέ τις;
Α. οὔκ, ἀλλ᾽ ἔθυσεν ἡ γυνή: τὸ μοσχίον
τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
ἀλλ᾽ ἀντιβολῶ σ᾽, ἐπίταττέ μοι μὴ πόλλ᾽ ἄγαν
μηδ᾽ ἄγρια λίαν μηδ᾽ ἐπηργυρωμένα,
μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. Β. πῶς ἔτι
μετριώτερ᾽, ὦ δαιμόνι᾽; Α. ὅπως; σύντεμνε καὶ
ἐπεξαπάτα με: τοὺς μὲν ἰχθῦς μοι κάλει
ἰχθύδι᾽: ὄψον δ᾽ ἂν λέγῃς ἕτερον, κάλει
ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.