previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν. Ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησίν II 251 K':'
ἔπειτα πῶς
οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν,
οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας
Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους
ἕψειν τ᾽ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
πνίγειν τε παχέων ἀρνίων στηθύνια
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
κοινῇ τε χναύειν τευθίσιν σηπίδια
πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
Ἀντιφάνης δ᾽ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις II 86 K':'
οἷα δ᾽ ἐστὶν οἶσθα νῦν:
ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα
ἐλευθέρι᾽, οὐ τάριχος οὐδ᾽ ἡδύσμασιν
ἄρνεια καταπεπασμέν᾽ οὐδὲ θρυμματὶς
τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί.
καὶ μὴν ῥαφάνους γ᾽ ἕψουσι λιπαράς, θεοί,
ἔτνος θ᾽ ἅμ᾽ αὐταῖς πίσινον.
Δίφιλος δ᾽ ἐν Ἀπλήστῳ II 544 K':'
ἥκει φερόμεν᾽ αὐτόματα πάντα τἀγαθά,
ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία
ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις
ὅμοια πράγματ᾽ οὐδὲ ταῖς .......
θλασταῖς ἐλάαις.
Ἀλκαῖος Παλαίστρᾳ I 762 K':'
ἤδη δ᾽ ἧψε χύτραν ῥαφάνων.
Πολύζηλος δ᾽ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί I 792 K':'
ὑψιπέταλοί τε κράμβαι συχναί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: