previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς ταῦτα ἀπαντήσας Ζωίλος ἔφη: ‘Ἀριστοφάνης, οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως I 486 K':'
Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.
καὶ Φερεκράτης Κραπατάλλοις I 169 K':'
τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.
σίνηπυ δ᾽ ὠνόμασε Νίκανδρος Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως v. 921 cf. p. 159 Schn':'
μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.
ἐν δὲ τοῖς Γεωργικοῖς fr. 70, 16 Schn':'
σπέρματά τ᾽ ἐνδάκνοντα σινήπυος.
καὶ πάλιν fr. 84 Schn':'
κάρδαμ᾽ ἀνάρρινόν τε μελάμφυλλόν τε σίνηπυ.
Κράτης δ᾽ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα:
κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ᾽ ἀνέσπασε,
καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ: ἐστὶ δ᾽ στίχος ἐξ Ἱππέων 631' 'καὶ ἔχει οὕτως: ‘κἄβλεψε νᾶπυ.' οὐδεὶς δ᾽ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ, ὅτι ἐστέρηται φύσεως: ἀφυὲς γὰρ καὶ μικρόν, ὥσπερ καὶ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη II 472 K':'
τουτὶ τὸ κακὸν οὔκ ἐστ᾽ ἔτι
κακόν. τὸ θυγάτριόν γέ μου σεσινάπικεν
διὰ τῆς ξένης.
ἁλῶν δὲ καὶ ὄξους μέμνηται καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων I 429 K':'
καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ᾽ ἂν ῥήματα;
εἰς ὄξος ἐμβαπτόμενος λευκοὺς ἅλας;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: