previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περίεργον δ᾽ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα. λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοιγόνυ κνήμης ἔγγιον᾽ καὶπεριῆλθον Ἀσίαν καὶ Εὐρώπην᾽. ἐπιτιμῶντες δέ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ᾽ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε II 341 K':'
ἧψε, μοὐδόκει,
πνικτόν τι ὄψον δελφάκειον, ΓΛ. ἡδύ γε.
Α. ἔπειτα προσκέκαυκε. ΓΛ. μηδὲν φροντίσῃς:
ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ;
ΓΛ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν᾽ ἐγχέας
ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν
εἰς τοὔξος ἐνθῇς: διάπυρος γὰρ οὖσ᾽ ἔτι
ἕλξει δι᾽ αὑτῆς νοτίδα καὶ ζυμουμένη
ὥσπερ κίσηρις λήψεται διεξόδους
σομφάς, δι᾽ ὧν τὴν ὑγρασίαν ἐκδέξεται:
τὰ κρέα δ᾽ ἔσται τ᾽ οὐκ ἀπεξηραμμένα,
ἔγχυλα δ᾽ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.
Α. Ἄπολλον, ὡς ἰατρικῶς. Γλαυκία,
ταυτὶ ποιήσω. ΓΛ. καὶ παρατίθει γ᾽ αὐτά, παῖ,
ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα.
ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται
ταῖς ῥισίν, ἀλλ᾽ ἄνω μάλ᾽ εἶσι καταφαγών.
Α. πολλῷ γ᾽ ἀμείνων, ὡς ἔοικας, ἦσθ᾽ ἄρα
λογογράφος μάγειρος. λέγεις οὐ λέγεις:
τέχνην δ᾽ ὀνειδίζεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: