previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΦΑΣΣΑΙ. Ἀριστοτέλης φησὶ p. 288 R' 'περιστερῶν μὲν εἶναι ἓν γένος, εἴδη δὲ πέντε, γράφων οὕτως: ‘περιστερά, οἰνάς, φάψ, φάσσα, τρυγών.' ἐν δὲ πέμπτῳ περὶ ζῴων μορίων h. a. 5, 13' 'τὴν φάβα οὐκ ὀνομάζει, καίτοι Αἰσχύλου ἐν τῷ σατυρικῷ Πρωτεῖ οὕτω μνημονεύοντος τοῦ ὄρνιθος fr. 206 N':'
σιτουμένην δύστηνον ἀθλίαν φάβα,
μέσακτα πλευρὰ πρὸς πτύοις πεπλεγμένην.
κἀν Φιλοκτήτῃ δὲ fr. 252' 'κατὰ γενικὴν κλίσιν φαβῶν εἴρηκεν. μὲν οὖν οἰνάς, φησὶν Ἀριστοτέλης, μείζων ἐστὶ τῆς περιστερᾶς, χρῶμα δ᾽ ἔχει οἰνωπόν, δὲ φὰψ μέσον περιστερᾶς καὶ οἰνάδος, δὲ φάσσα ἀλέκτορος τὸ μέγεθος, χρῶμα δὲ σποδιόν, δὲ τρυγὼν πάντων ἐλάττων, χρῶμα δὲ τεφρόν. αὕτη δὲ θέρους φαίνεται, τὸν δὲ χειμῶνα φωλεύει. δὲ φὰψ καὶ περιστερὰ αἰεὶ φαίνονται, δ᾽ οἰνὰς φθινοπώρῳ μόνῳ. πολυχρονιωτέρα δὲ εἶναι λέγεται τούτων φάσσα: καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. οὐκ ἀπολείπουσι δ᾽ ἕως θανάτου οὔτε οἱ ἄρρενες τὰς θηλείας οὔτε αἱ θήλειαι τοὺς ἄρρενας, ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὑπολειπόμενος. τὸ δ᾽ αὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί: ἐπῳάζει δ᾽ ἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος, καὶ γενομένων τῶν νεοττῶν ἄρρην ἐμπτύει αὐτοῖς, ὡς μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ, τὸ δὲ δεύτερον θῆλυ. τίκτουσι δὲ πᾶσαν ὥραν τοῦ ἔτους: διὸ δὴ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει.' ἔτι ἐν τῷ αὐτῷ φησιν Ἀριστοτέλης h. a. 5, 13' 'ὅτι περιστερὰ ἕτερον, πελειὰς δ᾽ ἔλαττον, καὶ ὅτι πελειὰς τιθασὸν γίνεται, περιστερὰ δὲ καὶ μέλαν καὶ μικρὸν καὶ ἐρυθρόπουν καὶ τραχύπουν: διὸ οὐδεὶς τρέφει. ἴδιον δὲ λέγει h. a. p. 560b 25' 'τῆς περιστερᾶς τὸ κυνεῖν αὐτὰς ὅταν μέλλωσιν ἀναβαίνειν οὐκ ἀνέχεσθαι τὰς θηλείας. δὲ πρεσβύτερος, φησί, καὶ προαναβαίνει καὶ μὴ κύσας: οἱ δὲ νεώτεροι αἰεὶ τοῦτο ποιήσαντες ὀχεύουσιν. καὶ αἱ θήλειαι δ᾽ ἀλλήλας ἀναβαίνουσιν, ὅταν ἄρρην μὴ παρῇ, κυνήσασαι: καὶ οὐδὲν προιέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠά, ἐξ ὧν οὐ γίνεται νεοττός. οἱ δὲ Δωριεῖς τὴν πελειάδα ἀντὶ περιστερᾶς τιθέασιν, ὡς Σώφρων ἐν γυναικείοις. Καλλίμαχος δ᾽ ἐν τῷ περὶ ὀρνέων fr. 100 4' 'ὡς διαφορὰς ἐκτίθεται φάσσαν, πυραλλίδα, περιστεράν, τρυγόνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: