previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περιεφέροντο καὶ ΕΡΙΦΟΙ πολλάκις ποικίλως ἐσκευασμένοι: ἄλλοι δὲ καὶ πολὺ τοῦ ὀποῦ ἔχοντες, οἵτινες οὐ τὴν τυχοῦσαν ἡδονὴν παρεῖχον ἡμῖν. καὶ γὰρ τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατόν ἐστι. Κλειτόμαχος γοῦν Καρχηδόνιος οὐδενὸς δεύτερος τῶν ἀπὸ τῆς νέας Ἀκαδημείας κατὰ τὴν θεωρίαν ὢν Θηβαῖόν τινα ἀθλητὴν ὑπερβαλεῖν ἰσχύι φησὶ τοὺς καθ᾽ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ καὶ γλίσχροι <οἱ> χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δ᾽ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν.

τὰ δὲ παρὰ τοῖς κωμῳδιοποιοῖς λεγόμενα δεῖπνα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον τῇ φάρυγγι, ὥσπερ τὰ παρὰ Ἀντιφάνει μὲν ἐν Ἀκεστρίᾳ II 17 K':'

κρέας δὲ τίνος ἥδιστ᾽ ἂν ἐσθίοις ῾φησίν̓; Β. τίνος;
εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι
μήτ᾽ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε.
τῶν δ᾽ αἰγιδίων κατὰ ταὔθ᾽ μὴ τυρὸν ποιεῖ,
ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν
ταῦτ᾽ ἐσθίων τὰ φαῦλ᾽ ἀνέχομαι.
ἐν δὲ Κύκλωπί φησι II 65 K':'
τῶν χερσαίων δ᾽ ὑμῖν ἥξει
παρ᾽ ἐμοῦ ταυτί:
βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης,
αἲξ οὐρανία, κριὸς τομίας,
κάπρος ἐκτομίας, ὗς οὐ τομίας,
δέλφαξ, δασύπους, ἔριφοι, ....
τυρὸς χλωρός, τυρὸς ξηρός,
τυρὸς κοπτός, τυρὸς ξυστός,
τυρὸς τμητός, τυρὸς πηκτός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: