Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν δὲ τῷ χερνίβῳ ῥάναντα παῖδα διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν
ἀπέκτεινεν ὁ Ἡρακλῆς κονδύλῳ, Ἑλλάνικος μὲν ἐν
ταῖς ἱστορίαις Ἀρχίαν φησὶ καλεῖσθαι: δι᾽ ὃν καὶ
ἐξεχώρησε Καλυδῶνος. ἐν δὲ τῷ δευτέρῳ τῆς Φορωνίδος Χερίαν αὐτὸν ὀνομάζει ῾FHG I 45'.' Ἡρόδωρος
δ᾽ ἐν ἑπτακαιδεκάτῃ τοῦ καθ᾽ Ἡρακλέα λόγου ῾FHG
II 36' 'Εὔνομον. καὶ Κύαθον δὲ τὸν Πύλητος μὲν
υἱόν, ἀδελφὸν δὲ Ἀντιμάχου ἀπέκτεινεν ἄκων Ἡρακλῆς οἰνοχοοῦντα αὐτῷ, ὡς Νίκανδρος ἱστορεῖ ἐν
δευτέρῳ Οἰταικῶν ῾fr. 17 Schn',' ᾧ καὶ ἀνεῖσθαί φησι
τέμενος ὑπὸ τοῦ Ἡρακλέους ἐν Προσχίῳ, ὃ μέχρι νῦν
προσαγορεύεσθαι Οἰνοχόου.
ἡμεῖς δ᾽ ἐνταῦθα καταπαύσαντες τὸν λόγον ἀρχὴν
ποιησόμεθα τῶν ἑξῆς ἀπὸ τῆς τοῦ Ἡρακλέους ἀδηφαγίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.