previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἘΝ ΦΡΕΑΤΤΟΙ

Δημοσθένης ἐν τῷ κατ̓ Ἀριστοκράτους περὶ τοῦ ἐν Φρεαττοῖ δικαστηρίου ἀκριβῶς διεξελήλυθε, λέγων οὕτως. ‘ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθε οἷον ὑπερβέβηκε τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γὰρ, ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν νόμος, ἐάν τις ἐπ̓ ἀκουσίῳ πεφευγὼς, μήπω τῶν ἐκβαλόντων αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου.’ καὶ μετ̓ ὀλίγον φησὶνἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τε ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τινὰ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττης: εἶθ̓ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει, τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δ̓ ἀκροῶνται καὶ δικάζουσιν ἐπὶ τῆς γῆς. κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίαν: ἐὰν δὲ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δὲ ἐπὶ ἑτέρῳ φόνῳ φυγὴν ὑπέχει.’ ὠνομάσθαι δ̓ ἔοικε τὸ δικαστήριον ἀπό τινος Φρεάττου ἥρωος, καθά φησι Θεόφραστος ἐν ις τῶν Νόμων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: