next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
ἤλυθεν ἐς Θήβας μετ᾽ ἀρήιον Ἀμφιτρύωνα
Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος:
ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
5εἴδεΐ τε μεγέθει τε: νόον γε μὲν οὔ τις ἔριζε
τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ᾽ ἄπο κυανεάων
τοῖον ἄηθ᾽ οἶόν τε πολυχρύσου Ἀφροδίτης.
δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
10ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων:
μέν οἱ πατέρ᾽ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
χωσάμενος περὶ βουσί: λιπὼν δ᾽ γε πατρίδα γαῖαν
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
ἔνθ᾽ γε δώματ᾽ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
15νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν
πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων
ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
20τὼς γάρ οἱ διέκειτο, θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἦσαν:
τῶν γ᾽ ὀπίζετο μῆνιν, ἐπείγετο δ᾽ ὅττι τάχιστα
ἐκτελέσαι μέγα ἔργον, οἱ Διόθεν θέμις ἦεν.
τῷ δ᾽ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
25Λοκροί τ᾽ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
ἕσποντ᾽: ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
κυδιόων λαοῖσι. πατὴρ δ᾽ ἀνδρῶν τε θεῶν τε
ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
ἀνδράσι τ᾽ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
30ὦρτο δ᾽ ἀπ᾽ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,
ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
ἐννύχιος: τάχα δ᾽ ἷξε Τυφαόνιον: τόθεν αὖτις
Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα:
35αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης
εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δ᾽ ἄρ᾽ ἐέλδωρ:
αὐτῇ δ᾽ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: