next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 221] ἐπιστολήν τινα παρὰ σοῦ κομισθεῖσαν ἐδεξάμην εὐπαίδευτόν τε καὶ πάνυ μοι κεχαρισμένην, ἐν γράφεις, ὅτι τὰς συντάξεις τὰς ἐμὰς ἐπιχορηγοῦντός σοι Ζήνωνος τοῦ κοινοῦ φίλου διαπορευόμενος καὶ πάνυ διατιθέμενος οἰκείως, ἐν αὐταῖς τὰ μὲν ἄλλα θαυμάζεις, ἑνὶ δὲ μέρει δυσχεραίνεις τῶν ἐν αὐταῖς κατακεχωρισμένων, τῇ Πλάτωνος κατηγορίᾳ. ὅτι μὲν οὖν σεβαστικῶς διάκεισαι πρὸς τὸν ἄνδρα, ὀρθῶς ποιεῖς: ὅτι δὲ περὶ ἡμῶν τἀναντία ὑπείληφας, οὐκ ὀρθῶς. [2] εἰ γάρ τις ἄλλος ἐκπλήττεται ταῖς Πλατωνικαῖς ἑρμηνείαις, εὖ ἴσθι νῦν, κἀγὼ τούτων εἷς εἰμι. δὲ πέπονθα πρὸς ἅπαντας, ὅσοι τὰς αὑτῶν ἐπινοίας εἰς τὴν κοινὴν φέρουσιν ὠφέλειαν ἐπανορθοῦντες ἡμῶν βίους τε καὶ λόγους, ἐρῶ σοι, καὶ πείσω γε νὴ Δία, πιστεύων καινὸν οὐδὲν ἐρεῖν οὐδὲ παράδοξον οὐδ᾽ μὴ πᾶσιν ὁμοίως δοκεῖ. [p. 222]

[3] ἐγὼ οὖν νομίζω δεῖν, ὅταν μὲν ἔπαινον προέληται γράφειν τις πράγματος εἴτε σώματος ὁποίου γέ τινος, τὰς ἀρετὰς αὐτοῦ καὶ οὐ τἀτυχήματα, εἴ τινα πρόσεστι, τῷ πράγματι τῷ σώματι δεῖν προφέρειν: ὅταν δὲ βουληθῇ διαγνῶναι, τί τὸ κράτιστον ἐν ὅτῳ δή ποτε βίῳ καὶ τί τὸ βέλτιστον τῶν ὑπὸ ταὐτὸ γένος ἔργων, τὴν ἀκριβεστάτην ἐξέτασιν προσφέρειν καὶ μηδὲν παραλείπειν τῶν προσόντων αὐτοῖς εἴτε κακῶν εἴτε ἀγαθῶν: γὰρ ἀλήθεια οὕτως εὑρίσκεται μάλιστα, ἧς [4] οὐδὲν χρῆμα τιμιώτερον. τοῦτο δὴ προθέμενος ἐκεῖνο λέγω: εἰ μὲν ἔστι μοι κατὰ Πλάτωνος λόγος τις καταδρομὴν περιέχων τοῦ ἀνδρὸς ὥς2περ Ζωΐλῳ τῷ ῥήτορι, ἀσεβεῖν ὁμολογῶ: καὶ εἴ γε βουληθεὶς ἐγκώμιον αὐτοῦ γράφειν ψόγους τινὰς συγκαταπλέκω τοῖς ἐπαίνοις, ἀδικεῖν φημι καὶ παρεκβαίνειν τοὺς καθεστῶτας ἡμῖν ἐπὶ τοῖς ἐπαίνοις νόμους: οὐ γὰρ ὅτι διαβολὰς οἴομαι [5] δεῖν γράφειν ἐν αὐτοῖς, ἀλλ᾽ οὐδ᾽ ἀπολογίας. εἰ δὲ χαρακτῆρας λόγου προελόμενος σκοπεῖν καὶ τοὺς πρωτεύοντας ἐν αὐτοῖς φιλοσόφους τε καὶ ῥήτορας ἐξετάζειν τρεῖς μὲν ἐξ ἁπάντων ἐξελεξάμην τοὺς δοκοῦντας εἶναι λαμπροτάτους, Ἰσοκράτην τε καὶ Πλάτωνα καὶ Δημοσθένη, ἐκ δὲ τούτων αὐτῶν πάλιν προέκρινα [p. 223] Δημοσθένη, οὐδὲν ᾤμην οὔτε Πλάτωνα οὔτε Ἰσοκράτην ἀδικεῖν.

[6] νὴ Δία, φῄς, ἀλλ᾽ οὐκ ἔδει σε τὰ Πλάτωνος ἁμαρτήματα ἐξελέγχειν, βουλόμενον ἐπαινεῖν Δημοσθένη. ἔπειτα πῶς ἄν μοι τὴν ἀκριβεστάτην βάσανον λόγος ἔλαβεν, εἰ μὴ τοὺς ἀρίστους λόγους τῶν Ἰσοκράτους τε καὶ Πλάτωνος τοῖς κρατίστοις τῶν Δημοσθένους ἀντιπαρέθηκα καὶ καθ᾽ μέρος ἥττους οἱ τούτων λόγοι εἰσὶ τῶν ἐκείνου, μετὰ πάσης ἀληθείας ἐπέδειξα, οὐχ ἅπαντα τοῖς ἀνδράσιν ἐκείνοις ἡμαρτῆσθαι λέγωνμανίας γὰρ τοῦτό γε), ἀλλ᾽ οὐδ᾽ ἅπαντα [7] ἐπίσης κατωρθῶσθαι. εἰ δὲ τοῦτ᾽ οὐκ ἐποίουν, ἐπῄνουν δὲ Δημοσθένη πάσας διεξιὼν αὐτοῦ τὰς ἀρετάς, ὡς μὲν ἀγαθὸς ῥήτωρ, ἔπεισα πάντως ἂν τοὺς ἀναγνωσομένους: ὡς δὲ καὶ κράτιστος πάντων τῶν πρωτευσάντων περὶ λόγους, οὐκ ἂν ἔπεισα μὴ παρατιθεὶς αὐτῷ τοὺς ἀρίστους: πολλὰ γὰρ τῶν καθ᾽ αὑτὰ φαινομένων καλῶν καὶ θαυμαστῶν ἑτέροις ἀντιπαρατεθέντα κρείττοσιν ἐλάττω τῆς δόξης ἐφάνη. οὕτω γέ τοι καὶ χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων εἴτε καὶ χείρων εὑρίσκεται καὶ πᾶν ἄλλο χειρούργημα, καὶ [8] ὅσων ἐνέργεια τὸ τέλος. εἰ δὲ ἀχάριστον ὑπολήψεταί τις ἐν τοῖς πολιτικοῖς λόγοις τὴν ἐκ τῆς συγκρίσεως ἐξέτασιν καὶ καθ᾽ ἑαυτὸν ἕκαστον ἀξιώσει σκοπεῖν, [p. 224] οὐδὲν κωλύσει τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν, καὶ μήτε ποίησιν ἀντεξετάζειν ἑτέρᾳ ποιήσει μήθ᾽ ἱστορικὴν σύνταξιν ἑτέρᾳ συντάξει μήτε πολιτείαν πολιτείᾳ μήτε νόμον νόμῳ, μὴ στρατηγὸν στρατηγῷ, μὴ βασιλεῖ βασιλέα, μὴ βίῳ βίον, μὴ δόγματι δόγμα: τοῦτο δ᾽ οὐκ ἄν τις συγχωρήσειε νοῦν ἔχων.

[9] εἰ δὲ δεῖ καὶ τὰς ἐκ τῶν μαρτυριῶν παρασχέσθαι σοι πίστεις, ἐξ ὧν μᾶλλόν σοι γενήσεται καταφανές, ὅτι κράτιστος ἐλέγχου τρόπος κατὰ σύγκρισιν γιγνόμενος, ἀφεὶς τοὺς ἄλλους αὐτῷ χρήσομαι μάρτυρι Πλάτωνι. [10] βουληθεὶς γὰρ ἀνὴρ ἐπιδείξασθαι τὴν αὑτοῦ δύναμιν ἣν εἶχεν ἐν τοῖς πολιτικοῖς λόγοις, οὐκ ἠρκέσθη ταῖς ἄλλαις γραφαῖς, ἀλλὰ καὶ *** κρατίστου τῶν τότε ῥητόρων ἕτερον αὐτὸς ἐν τῷ Φαίδρῳ συνετάξατο λόγον ἐρωτικὸν εἰς τὴν αὐτὴν ὑπόθεσιν: καὶ οὐδὲ ἄχρι τούτου προελθὼν ἐπαύσατο καταλιπὼν ἐπὶ τοῖς ἀναγνωσομένοις τὴν διάγνωσιν, πότερός ἐστι κρείττων λόγος, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων ἥψατο τῶν Λυσιείων, τὰς μὲν λεκτικὰς μαρτυρῶν τῷ ἀνδρὶ [11] ἀρετάς, τῶν δὲ πραγματικῶν ἐπιλαμβανόμενος. ὁπότε οὖν Πλάτων τὸ φορτικώτατον καὶ ἐπαχθέστατον τῶν ἔργων προελόμενος, αὑτὸν ἐπαινεῖν κατὰ τὴν δύναμιν τῶν λόγων, οὐδὲν ᾤετο ποιεῖν κατηγορίας ἄξιον, εἰ παρὰ τὸν ἄριστον τῶν τότε ῥητόρων τοὺς ἰδίους [p. 225] ἐξετάζειν ἠξίου λόγους ἐπιδεικνύμενος Λυσίαν τε ἐν οἷς ἡμάρτηκεν καὶ ἑαυτὸν ἐν οἷς κατώρθωκε, τί θαυμαστὸν ἐποίουν ἐγὼ τοῖς Δημοσθένους λόγοις συγκρίνων τοὺς Πλάτωνος καὶ εἴ τι μὴ καλῶς ἐν αὐτοῖς ἔχειν [12] ᾤμην, ἐπιλογιζόμενος; ἐῶ γὰρ τὰς ἄλλας αὐτοῦ γραφὰς παραφέρειν, ἐν αἷς κωμῳδεῖ τοὺς πρὸ ἑαυτοῦ, Παρμενίδην τε καὶ Ἱππίαν καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ Γοργίαν καὶ Πῶλον καὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ ἄλλους συχνούς, οὐκ ἀπὸ τοῦ βελτίστου πάντα περὶ αὐτῶν γράφων ἀλλ᾽ εἰ βούλει, καὶ ἀπὸ [13] φιλοτιμίας: ἦν γάρ, ἦν ἐν τῇ Πλάτωνος φύσει πολλὰς ἀρετὰς ἐχούσῃ τὸ φιλότιμον. ἐδήλωσε δὲ τοῦτο μάλιστα διὰ τῆς πρὸς Ὅμηρον ζηλοτυπίας, ὃν ἐκ τῆς κατασκευαζομένης ὑπ᾽ αὐτοῦ πολιτείας ἐκβάλλει στεφανώσας καὶ μύρῳ χρίσας, ὡς δὴ τούτων αὐτῷ δέον ἐκβαλλομένῳ, δι᾽ ὃν τε ἄλλη παιδεία πᾶσα παρῆλθεν [14] εἰς τὸν βίον καὶ τελευτῶσα φιλοσοφία. ἀλλὰ θῶμεν ἀπὸ τοῦ βελτίστου δι᾽ αὐτὴν τὴν ἀλήθειαν πάντα λέγειν ἀληθῆ Πλάτωνα: τί οὖν ἄτοπον ἐποιοῦμεν αὐτοὶ τοῖς ἐκείνου νόμοις χρώμενοι καὶ ἀντιπαρεξετάζειν αὐτῷ τοὺς τῶν ἐπακμασάντων λόγους βουλόμενοι; [p. 226]

[15] ἔπειτ᾽ οὐ μόνος οὐδὲ πρῶτος ἐγὼ φανήσομαι περὶ Πλάτωνος ἐπιχειρήσας τι λέγειν. οὐδ᾽ ἄν τις ἔχοι κατ᾽ αὐτὸ τοῦτο μέμψασθαί με τὸ μέρος, ὅτι τὸν ἐπιφανέστατον τῶν φιλοσόφων κ αὶ πλείοσιν δώδεκα γενεαῖς ἐμαυτοῦ πρεσβύτερον ἐξετάζειν *** [16] ἐπεβαλόμην ὡς δὴ διὰ τοῦτο δόξης τινὸς τευξόμενος. πολλοὶ γὰρ εὑρεθήσονται πρὸ ἐμοῦ τοῦτο πεποιηκότες, οἳ μὲν κατὰ τὸν ἐκείνου γενόμενοι χρόνον, οἳ δὲ λίαν ὕστερον ἐπακμάσαντες. καὶ γὰρ τὰ δόγματα διέβαλον αὐτοῦ τινες καὶ τοὺς λόγους ἐμέμψαντο πρῶτον μὲν γνησιώτατος αὐτοῦ μαθητὴς Ἀριστοτέλης, ἔπειτα οἱ περὶ Κηφισόδωρόν τε καὶ Θεόπομπον καὶ Ζωΐλον καὶ Ἱπποδάμαντα καὶ Δημήτριον καὶ ἄλλοι συχνοί, οὐ διὰ φθόνον διὰ φιλαπεχθημοσύνην κωμῳδοῦντες ἀλλὰ [17] τὴν ἀλήθειαν ἐξετάζοντες. τοσούτοις δὴ καὶ τηλικούτοις ἀνδράσι παραδείγμασι χρώμενος καὶ παρὰ πάντας τῷ μεγίστῳ Πλάτωνι οὐδὲν ἡγούμην τῆς φιλοσόφου ῥητορικῆς ποιεῖν ἀλλότριον ἀγαθοὺς ἀγαθοῖς ἀντεξετάζων. περὶ μὲν οὖν τῆς προαιρέσεως, ἣν ἔσχον ἐν τῇ συγκρίσει τῶν χαρακτήρων, ἱκανῶς ἀπολελόγημαι καὶ σοί, Γεμῖνε φίλτατε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: