next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πολλά με τὰ παρακαλοῦντά ἐστι ξυμβουλεῦσαι ὑμῖν, παῖδες, βέλτιστα εἶναι κρίνω, καὶ ξυνοίσειν ὑμῖν ἑλομένοις πεπίστευκα. τό τε γὰρ ἡλικίας οὕτως ἔχειν καὶ τὸ διὰ πολλῶν ἤδη γεγυμνάσθαι πραγμάτων καὶ μὴν καὶ τὸ τῆς πάντα παιδευούσης ἐπ̓ ἄμφω μεταβολῆς ἱκανῶς μετασχεῖν, ἔμπειρόν με εἶναι τῶν ἀνθρωπίνων πεποίηκεν, ὥστε τοῖς ἄρτι καθισταμένοις τὸν βίον ἔχειν ὥσπερ ὁδῶν τὴν ἀσφαλεστάτην ὑποδεικνύναι. [2] τῇ τε παρὰ τῆς φύσεως οἰκειότητι εὐθὺς μετὰ τοὺς γονέας ὑμῖν τυγχάνω, ὥστε μήτε αὐτὸς 1 ἔλαττόν τι πατέρων εὐνοίας νέμειν ὑμῖν: ὑμᾶς δὲ νομίζω, εἰ μή τι ὑμῶν διαμαρτάνω τῆς γνώμης, μὴ ποθεῖν τοὺς τεκόντας, πρὸς ἐμὲ βλέποντας. [3] εἰ μὲν οὖν προθύμως δέχοισθε τὰ λεγόμενα, τῆς δευτέρας τῶν ἐπαινουμένων ἔσεσθε παῤ Ἡσιόδῳ τάξεως: εἰ δὲ μή, ἐγὼ μὲν οὐδὲν ἂν εἴποιμι [p. 380] δυσχερές, αὐτοὶ δὲ μέμνησθε τῶν ἐπῶν δηλονότι, ἐν οἷς ἐκεῖνός φησιν ἄριστον μὲν εἶναι τὸν παῤ ἑαυτοῦ τὰ δέοντα ξυνορῶντα, ἐσθλὸν δὲ κἀκεῖνον τὸν τοῖς παῤ ἑτέρων ὑποδειχθεῖσιν ἑπόμενον, τὸν δὲ πρὸς οὐδέτερον ἐπιτήδειον, ἀχρεῖον εἶναι πρὸς ἅπαντα. [4] Μὴ θαυμάζετε δὲ εἰ καὶ καθ̓ ἑκάστην ἡμέραν εἰς διδασκάλους φοιτῶσι, καὶ τοῖς ἐλλογίμοις τῶν παλαιῶν ἀνδρῶν, δἰ ὧν καταλελοίπασι λόγων, συγγινομένοις ὑμῖν αὐτός τι παῤ ἐμαυτοῦ λυσιτελέστερον ἐξευρηκέναι φημί. [5] τοῦτο μὲν οὖν αὐτὸ καὶ ξυμβουλεύσων ἥκω, τὸ μὴ δεῖν εἰς ἅπαξ τοῖς ἀνδράσι τούτοις, ὥσπερ πλοίου, τὰ πηδάλια τῆς διανοίας ὑμῶν παραδόντας, ᾗπερ ἂν ἄγωσι, ταύτῃ συνέπεσθαι: ἀλλ̓ ὅσον ἐστὶ χρήσιμον αὐτῶν δεχομένους, εἰδέναι τί χρὴ καὶ παριδεῖν. τίνα οὖν ἐστι ταῦτα, καὶ ὅπως διακρινοῦμεν, τοῦτο δὴ καὶ διδάξω ἔνθεν ἑλών.

1 au)to\n editi anti#3ui.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: