next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χαρίτων Ἀφροδισιεύς, Ἀθηναγόρου τοῦ ῥήτορος ὑπογραφεύς, πάθος ἐρωτικὸν ἐν Συρακούσαις γενόμενον διηγήσομαι. Ἑρμοκράτης, Συρακουσίων στρατηγός, οὗτος νικήσας Ἀθηναίους, εἶχε θυγατέρα Καλλιρρόην τοὔνομα, θαυμαστόν τι χρῆμα παρθένου καὶ ἄγαλμα τῆς ὅλης Σικελίας: [2] ἦν γὰρ τὸ κάλλος οὐκ ἀνθρώπινον ἀλλὰ θεῖον, οὐδὲ Νηρηίδος Νύμφης τῶν ὀρειῶν ἀλλ̓ αὐτῆς Ἀφροδίτης. Φήμη δὲ τοῦ παραδόξου θεάματος πανταχοῦ διέτρεχε καὶ μνηστῆρες κατέρρεον εἰς Συρακούσας, δυνασταί τε καὶ παῖδες τυράννων, οὐκ ἐκ Σικελίας μόνον, ἀλλὰ καὶ ἐξ Ἰταλίας καὶ Ἠπείρου καὶ νήσων τῶν ἐν Ἠπείρῳ. [3] δ̓ Ἔρως ζεῦγος ἴδιον ἠθέλησε συμπλέξαι. Χαιρέας γάρ τις ἦν μειράκιον εὔμορφον, πάντων ὑπερέχον, οἷον Ἀχιλλέα καὶ Νιρέα καὶ Ἱππόλυτον καὶ Ἀλκιβιάδην πλάσται καὶ γραφεῖς δεικνύουσι, πατρὸς Ἀρίστωνος, τὰ δεύτερα ἐν Συρακούσαις μετὰ Ἑρμοκράτην φερομένου. Καί τις ἦν ἐν αὐτοῖς πολιτικὸς φθόνος, ὥστε θᾶττον ἂν πᾶσιν ἀλλήλοις ἐκήδευσαν. [4] Φιλόνεικος δ̓ ἐστὶν Ἔρως καὶ χαίρει τοῖς παραδόξοις κατορθώμασιν: ἐζήτησε δὲ τοιόνδε τὸν καιρόν. Ἀφροδίτης ἑορτὴ δημοτελής, καὶ πᾶσαι σχεδὸν αἱ [p. 4] γυναῖκες ἀπῆλθον εἰς τὸν νεών. [5] Τέως δὲ μὴ προϊοῦσαν τὴν Καλλιρρόην προήγαγεν μήτηρ, τοῦ Ἑρμοκράτους κελεύσαντος προσκυνῆσαι τὴν θεόν. Τότε δὲ Χαιρέας ἀπὸ τῶν γυμνασίων ἐβάδιζεν οἴκαδε στίλβων ὥσπερ ἀστήρ: ἐπήνθει γὰρ αὐτοῦ τῷ λαμπρῷ τοῦ προσώπου τὸ ἐρύθημα τῆς παλαίστρας ὥσπερ ἀργύρῳ χρυσός. [6] Ἐκ τύχης οὖν περί τινα καμπὴν στενωτέραν συναντῶντες περιέπεσον ἀλλήλοις, τοῦ θεοῦ πολιτευσαμένου τήνδε τὴν συνοδίαν, ἵν̓ ἑκάτερος τῷ ἑτέρῳ ὀφθῇ. Ταχέως οὖν πάθος ἐρωτικὸν ἀντέδωκαν ἀλλήλοις... [7] μὲν οὖν Χαιρέας οἴκαδε μετὰ τοῦ τραύματος μόλις ἀπῄει καὶ ὥσπερ τις ἀρις1τεὺς ἐν πολέμῳ τρωθεὶς καιρίαν, τοῦ κάλλους τῇ εὐγενείᾳ συνελθόντος, καὶ καταπεσεῖν μὲν αἰδούμενος, στῆναι δὲ μὴ δυνάμενος: δὲ παρθένος τῆς Ἀφροδίτης τοῖς ποσὶ προσέπεσε καὶ καταφιλοῦσασύ μοι, δέσποινα,’ εἷπεν [8]δὸς ἄνδρα τοῦτον ὃν ἔδειξας.’ Νὺξ ἐπῆλθεν ἀμφοτέροις δεινή: τὸ γὰρ πῦρ ἐξεκάετο. Δεινότερα δ̓ ἔπασχεν παρθένος διὰ τὴν σιωπήν, αἰδουμένη κατάφωρος γενέσθαι: Χαιρέας δὲ νεανίας εὐφυὴς καὶ μεγαλόφρων, ἤδη τοῦ σώματος αὐτῷ φθίνοντος, ἀπετόλμησεν εἰπεῖν πρὸς τοὺς γονεῖς ὅτι ἐρᾷ καὶ οὐ βιώσεται τοῦ Καλλιρρόης γάμου μὴ τυχών. [9] Ἐστέναξεν πατὴρ ἀκούσας καὶοἴχῃ δή μοι, τέκνον: δῆλον γάρ ἐστιν ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν αὑτοῦ θυγατέρα τοσούτους ἔχων μνηστῆρας πλουσίους καὶ βασιλεῖς. Οὔκουν οὐδὲ πειρᾶσαι σε δεῖ, μὴ φανερῶς ὑβρισθῶμεν.’ Εἶθ̓ μὲν πατὴρ παρεμυθεῖτο τὸν παῖδα, τῷ δ̓ ηὔξετο τὸ κακόν, ὥστε μηδ̓ ἐπὶ τὰς συνήθεις προϊέναι διατριβάς. [10] Ἐπόθει δὲ τὸ γυμνάσιον Χαιρέαν καὶ ὥσπερ ἔρημον ἦν: ἐφίλει γὰρ αὐτὸν [p. 5] νεολαία. Πολυπραγμονοῦντες δὲ τὴν αἰτίαν ἔμαθον τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς. [11] Ἐνέστη νόμιμος ἐκκλησία. Συγκαθεσθεὶς οὖν δῆμος τοῦτο πρῶτον καὶ μόνον ἐβόακαλὸς Ἑρμοκράτης μέγας στρατηγός, σῶζε Χαιρέαν. Τοῦτο πρῶτον τῶν τροπαίων. πόλις μνηστεύεται τοὺς γάμους [12] σήμερον ἀλλήλων ἀξίων.’ Τίς ἂν μηνύσειε τὴν ἐκκλησίαν ἐκείνην, ἧς Ἔρως ἦν δημαγωγός; Ἀνὴρ δὲ φιλόπατρις Ἑρμοκράτης ἀντειπεῖν οὐκ ἐδυνήθη τῇ πόλει δεομένῃ. Κατανεύσαντος δ̓ αὐτοῦ πᾶς δῆμος ἐξεπήδησε τοῦ θεάτρου, καὶ οἱ μὲν νέοι ἀπῄεσαν ἐπὶ Χαιρέαν, βουλὴ δὲ καὶ οἱ ἄρχοντες ἠκολούθουν Ἑρμοκράτει: [13] παρῆσαν δὲ καὶ αἱ γυναῖκες αἱ Συρακουσίων ἐπὶ τὴν οἰκίαν νυμφαγωγοῦσαι. Ὑμέναιος ᾔδετο κατὰ πᾶσαν τὴν πόλιν: μεσταὶ δὲ αἱ ῥύμαι στεφάνων, λαμπάδων: ἐρραίνετο τὰ πρόθυρα οἴνῳ καὶ μύροις. Ἡδίονα ταύτην τὴν ἡμέραν ἤγαγον οἱ Συρακούσιοι τῆς τῶν ἐπινικίων. [14] δὲ παρθένος οὐδὲν εἰδυῖα τούτων ἔρριπτο ἐπὶ τῆς κοίτης ἐγκεκαλυμμένη, κλάουσα καὶ σιωπῶσα. Προσελθοῦσα δὲ τροφὸς τῇ κλίνῃτέκνον,’ εἶπεν, ‘ἐξανίστασο, πάρεστι γὰρ εὐκταιοτάτη πασῶν ἡμῖν ἡμέρα: πόλις σε νυμφαγωγεῖ.’ Τῆς δ̓ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ: οὐ γὰρ ᾔδει, τίνι γαμεῖται. Ἄφωνος εὐθὺς ἦν καὶ σκότος αὐτῆς τῶν ὀφθαλμῶν κατεχύθη καὶ ὀλίγου δεῖν ἐξέπνευσεν: ἐδόκει δὲ τοῦτο τοῖς ὁρῶσιν αἰδώς. [15] Ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον: οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον. μὲν οὖν Χαιρέας προσδραμὼν αὐτὴν κατεφίλει, Καλλιρρόη [p. 6] δὲ γνωρίσασα τὸν ἐρώμενον, ὥσπερ τι λύχνου φῶς ἤδη σβεννύμενον ἐπιχυθέντος ἐλαίου πάλιν ἀνέλαμψε καὶ μείζων ἐγένετο καὶ κρείττων. [16] Ἐπεὶ δὲ προῆλθεν εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν, ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης: πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν. Πάντες δὲ Καλλιρρόην μὲν ἐθαύμαζον, Χαιρέαν δὲ ἐμακάριζον. Τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος γάμον ἐν Πηλίῳ γεγονέναι. Πλὴν καὶ ἐνταῦθά τις εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν.


Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ̓ ὀργῆς. Τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν: ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον φθόνος. [2] Καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννσυ, τοιαῦτα ἔλεγενΕἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν ἀγωνισαμένων: ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς μηδὲν ὑπὲρ τοῦ γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν. [3] Ἡμεῖς δὲ παρετάθημεν αὐλείοις θύραις προσαγρυπνοῦντες, καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς πόσον χρόνον δεδουλεύκαμεν καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν: δὲ πόρνος καὶ πένης καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο. [4] Ἀλλὰ ἀνόνητον αὐτῷ γενέσθω τὸ ἆθλον καὶ τὸν γάμον θάνατον τῷ νυμφίῳ ποιήσωμεν.’ Πάντες οὖν ἐπῄνεσαν, μόνος δὲ Ἀκραγαντίνων [p. 7] τύραννος ἀντεῖπεν. ‘Οὐκ εὐνοίᾳ δὲεἶπετῇ πρὸς Χαιρέαν κωλύω τὴν ἐπιβουλήν, ἀλλὰ ἀσφαλεστέρῳ τῷ λογισμῷ: μέμνησθε γὰρ ὅτι Ἑρμοκράτης οὐκ ἔστιν εὐκαταφρόνητος: ὥστε ἀδύνατος ἡμῖν πρὸς αὐτὸν ἐκ τοῦ φανεροῦ μάχη, κρείττων δὲ μετὰ τέχνης: [5] καὶ γὰρ τὰς τυραννίδας πανουργίᾳ μᾶλλον βίᾳ κτώμεθα. Χειροτονήσατέ με τοῦ πρὸς Χαιρέαν πολέμου στρατηγόν. Ἐπαγγέλλομαι διαλύσειν τὸν γάμον: ἐφοπλιῶ γὰρ αὐτῷ ζηλοτυπίαν, ἥτις σύμμαχον λαβοῦσα τὸν ἔρωτα μέγα τι κακὸν διαπράξεται. [6] Καλλιρρόη μὲν οὖν εὐσταθὴς καὶ ἄπειρος κακοήθους ὑποψίας, δὲ Χαιρέας, οἷα δὴ γυμνασίοις ἐντραφεὶς καὶ νεωτερικῶν ἁμαρτημάτων οὐκ ἄπειρος, δύναται ῥᾳδίως ὑποπτεύσας ἐμπεσεῖν εἰς ἐρωτικὴν ζηλοτυπίαν: ἔστι δὲ καὶ προσελθεῖν ἐκείνῳ ῥᾷον καὶ λαλῆσαι.’ Πάντες ἔτι λέγοντος αὐτοῦ τὴν γνώμην ἐπεψηφίσαντο καὶ τὸ ἔργον ἐνεχείρισαν ὡς ἀνδρὶ πᾶν ἱκανῷ μηχανήσασθαι. Τοιαύτης οὖν ἐπινοίας ἐκεῖνος ἤρξατο.


Ἑσπέρα μὲν ἦν, ἧκε δὲ ἀγγέλλων τις ὅτι Ἀρίστων πατὴρ Χαιρέου πεσὼν ἀπὸ κλίμακος ἐν ἀγρῷ πάνυ ὀλίγας ἔχει τοῦ ζῆν τὰς ἐλπίδας. δὲ Χαιρέας ἀκούσας, καίτοι φιλοπάτωρ ὤν, ὅμως ἐλυπήθη, ὅτι ἔμελλεν ἀπελεύσεσθαι μόνος: οὐ γὰρ οἷόν τε ἦν ἐξάγειν ἤδη τὴν κόρην. [2] Ἐν δὲ τῇ νυκτὶ ταύτῃ φανερῶς μὲν οὐδεὶς ἐτόλμησεν ἐπικωμάσαι, κρύφα δὲ καὶ ἀδήλως ἐπελθόντες σημεῖα κώμου ᾖσαν καὶ κατέλιπον: ἐστεφάνωσαν τὰ πρόθυρα, μύροις ἔρραναν, οἴνου πηλὸν ἐποίησαν, δᾷδας ἔρριψαν ἡμικαύτους. [p. 8] [3] Διέλαμψεν ἡμέρα, καὶ πᾶς παριὼν ἐφειστήκει κοινῷ τινὶ πολυπραγμοσύνης πάθει: Χαιρέας δὲ τοῦ πατρὸς αὐτοῦ ῥᾷον ἐσχηκότος ἔσπευδε πρὸς τὴν γυναῖκα. Ἰδὼν δὲ τὸν ὄχλον πρὸ τῶν θυρῶν τὸ μὲν πρῶτον ἐθαύμασεν: ἐπεὶ δὲ ἔμαθε τὴν αἰτίαν, ἐνθουσιῶν εἰστρέχει: [4] καταλαβὼν δὲ τὸν θάλαμον ἔτι κεκλεισμένον, ἤρασσε μετὰ σπουδῆς. Ἐπεὶ δ̓ ἀνέῳγεν θεραπαινίς, ἐπιπεσὼν τῇ Καλλιρρόῃ, τὴν ὀργὴν μετέβαλεν εἰς λύπην καὶ περιρρηξάμενος ἔκλαε. Πυνθανομένης δὲ τί γέγονεν, ἄφωνος ἦν, οὔτε ἀπιστεῖν οἷς εἶδεν οὔτε πιστεύειν οἷς οὐκ ἤθελε δυνάμενος. [5] Ἀπορουμένου δὲ αὐτοῦ καὶ τρέμοντος γυνὴ μηδὲν ὑπονοοῦσα τῶν γεγονότων ἱκέτευεν εἰπεῖν τὴν αἰτίαν τοῦ δ̓ ὑφαίμοις τοῖς ὀφθαλμοῖς καὶ τραχεῖ τῷ φθέγματικλάωφησὶτὴν ἐμαυτοῦ τύχην, ὅτι μου ταχέως ἐπελάθου,’ καὶ τὸν κῶμον ὠνείδισεν. [6] δὲ οἷα θυγάτηρ στρατηγοῦ καὶ φρονήματος πλήρης πρὸς τὴν ἄδικον διαβολὴν παρωξύνθη καὶοὐδεὶς ἐπὶ τὴν πατρῴαν οἰκίαν ἐκώμασενεἶπε, ‘τὰ δὲ σὰ πρόθυρα συνήθη τυχόν ἐστι τοῖς κώμοις, καὶ τὸ γεγαμηκέναι σε λυπεῖ τοὺς ἐραστάς.’ Ταῦτα εἰποῦσα ἀπεστράφη καὶ ἐγκαλυψαμένη δακρύων ἀφῆκε πηγάς. [7] Εὔκολοι δὲ τοῖς ἐρῶσιν αἱ διαλλαγαὶ καὶ πᾶσαν ἀπολογίαν ἡδέως ἀλλήλων προσδέχονται. Μεταβαλλόμενος οὖν Χαιρέας ἤρξατο κολακεύειν, καὶ γυνὴ ταχέως αὐτοῦ τὴν μετάνοιαν ἠσπάζετο. Ταῦτα μᾶλλον ἐξέκαυσε τὸν ἔρωτα, καὶ οἱ ἀμφοτέρων αὐτῶν γονεῖς μακαρίους αὑτοὺς ὑπελάμβανον τὴν τῶν τέκνων ὁρῶντες ὁμόνοιαν.


δ̓ Ἀκραγαντῖνος διαπεπτωκυίας αὐτῷ τῆς πρώτης τέχνης ἥπτετο λοιπὸν ἐνεργεστέρας κατασκευῆς τι τοιοῦτον. Ἦν αὐτῷ παράσιτος στωμύλος [p. 9] καὶ πάσης χάριτος ὁμιλητικῆς ἔμπλεως. Τοῦτον ἐκέλευσεν ὑποκριτὴν ἔρωτος γενέσθαι. τὴν ἅβραν γὰρ τῆς Καλλιρρόης καὶ τιμιωτάτην τῶν θεραπαινίδων προσπίπτων φιλεῖν ἐποίει. [2] μόλις οὖν ἔκειτο, πλὴν ὑπηγάγετο τὴν μείρακα μεγάλαις δωρεαῖς τῷ τε λέγειν ἀπάγξεσθαι μὴ τυχὼν τῆς ἐπιθυμίας. Γυνὴ δὲ εὐάλωτόν ἐστιν, ὅταν ἐρᾶσθαι δοκῇ. Ταῦτα οὖν προκατασκευασάμενος δημιουργὸς τοῦ δράματος, ὑποκριτὴν ἕτερον ἐξεῦρεν, οὐκέτι ὁμοίως εὔχαριν, ἀλλὰ πανοῦργον καὶ ἀξιόπιστον λαλῆσαι. [3] Τοῦτον προδιδάξας χρὴ πράττειν καὶ λέγειν, ὑπέπεμψεν ἀγνῶτα τῷ Χαιρέᾳ. Προσελθὼν δὲ ἐκεῖνος αὐτῷ περὶ τὰς παλαίστρας ἀλύοντικἀμοὶφησὶνυἱὸς ἦν, Χαιρέα, σὸς ἡλικιώτης, πάνυ σε θαυμάζων καὶ φιλῶν, ὅτε ἔζη. Τελευτήσαντος δὲ αὐτοῦ σὲ υἱὸν ἐμαυτοῦ νομίζω, καὶ γὰρ εἶ κοινὸν ἀγαθὸν πάσης Σικελίας εὐτυχῶν. [4] Δὸς οὖν μοι σχολάζοντα σεαυτὸν καὶ ἀκούσῃ μεγάλα πράγματα ὅλῳ τῷ βίῳ σου διαφέροντα.’ Τοιούτοις ῥήμασιν μιαρὸς ἐκεῖνος ἄνθρωπος τοῦ μειρακίου τὴν ψυχὴν ἀνακουφίσας καὶ μεστὸν ποιήσας ἐλπίδος καὶ φόβου καὶ πολυπραγμοσύνης, δεομένου λέγειν ὤκνει καὶ προυφασίζετο μὴ εἶναι τὸν καιρὸν ἐπιτήδειον τὸν παρόντα, δεῖν δὲ ἀναβολῆς καὶ σχολῆς μακροτέρας. [5] Ἐνέκειτο μᾶλλον Χαιρέας, ἤδη τι προσδοκῶν βαρύτερον: δ̓ ἐμβαλὼν αὐτῷ τὴν δεξιὰν ἀπῆγεν εἴς τι χωρίον ἠρεμαῖον, εἶτα συναγαγὼν τὰς ὀφρῦς καὶ ὅμοιος γενόμενος λυπουμένῳ, μικρὸν δέ τι καὶ δακρύσαςἀηδῶς μὲνεἶπεν Χαιρέα, σκυθρωπόν σοι πρᾶγμα μηνύω καὶ πάλαι βουλόμενος εἰπεῖν ὤκνουν: ἐπεὶ δὲ ἤδη φανερῶς ὑβρίζῃ καὶ θρυλεῖται πανταχοῦ τὸ δεινόν, οὐχ ὑπομένω [p. 10] σιωπᾶν: φύσει τε γὰρ μισοπόνηρός εἰμι καὶ σοὶ μάλιστα εὔνους. [6] Γίνωσκε τοίνυν μοιχευομένην σου τὴν γυναῖκα, καὶ ἵνα τούτῳ πιστεύσῃς, ἕτοιμος ἐπ̓ αὐτοφώρῳ τὸν μοιχὸν δεικνύειν.’ Ὣς φάτο: τὸν δ̓ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χάριεν δ̓ ᾔσχυνε πρόσωπον. [7] Ἐπὶ πολὺ μὲν οὖν ἀχανὴς ἔκειτο, μήτε τὸ στόμα μήτε τοὺς ὀφθαλμοὺς ἐπᾶραι δυνάμενος: ἐπεὶ δὲ φωνὴν οὐχ ὁμοίαν μὲν ὀλίγην δὲ συνελέξατο, ‘δυστυχῆ μὲνεἶπεναἰτῶ παρὰ σοῦ χάριν αὐτόπτης γενέσθαι τῶν ἐμῶν κακῶν: ὅμως δὲ δεῖξον, ὅπως εὐλογώτερον ἐμαυτὸν ἀνέλω: Καλλιρρόης γὰρ καὶ ἀδικούσης φείσομαι.’ [8]Προσποίησαιφησὶνὡς εἰς ἀγρὸν ἀπιέναι, βαθείας δὲ ἑσπέρας παραφύλαττε τὴν οἰκίαν: ὄψει γὰρ εἰσιόντα τὸν μοιχόν.’ Συνέθεντο ταῦτα, καὶ μὲν Χαιρέας πέμψας ῾οὐ γὰρ αὐτὸς ὑπέμεινεν οὐδὲ εἰσελθεῖν̓ἄπειμιφησὶνεἰς ἀγρόν:’ δὲ κακοήθης ἐκεῖνος καὶ διάβολος συνέταττε τὴν σκηνήν. [9] Ἑσπέρας οὖν ἐπιστάσης μὲν ἐπὶ τὴν κατασκοπὴν ἦλθεν, δὲ τὴν ἅβραν τῆς Καλλιρρόης διαφθείρας ἐνέβαλεν εἰς τὸν στενωπόν, ὑποκρινόμενος μὲν τὸν λαθραίοις ἔργοις ἐπιχειρεῖν προαιρούμενον, πάντα δὲ μηχανώμενος ἵνα μὴ λάθοι: κόμην εἶχε λιπαρὰν καὶ βοστρύχους μύρων ἀποπνέοντας, ὀφθαλμοὺς ὑπογεγραμμένους, ἱμάτιον μαλακόν, ὑπόδημα λεπτόν: δακτύλιοι βαρεῖς ὑπέστιλβον. Εἶτα πολὺ περιβλεψάμενος τῇ θύρᾳ προσῆλθε, κρούσας δὲ ἐλαφρῶς τὸ εἰωθὸς ἔδωκε σημεῖον. [10] δὲ θεράπαινα καὶ αὐτὴ περίφοβος ἠρέμα παρανοίξασα καὶ λαβομένη τῆς χειρὸς εἰσήγαγε. Ταῦτα θεασάμενος Χαιρέας οὐκέτι κατέσχεν ἀλλὰ εἰσέδραμεν ἐπ̓ αὐτοφώρῳ [p. 11] τὸν μοιχὸν ἀναιρήσων. [11] μὲν οὖν παρὰ τὴν αὔλειον θύραν ὑποστὰς εὐθὺς ἐξῆλθεν, δὲ Καλλιρρόη καθῆστο ἐπὶ τῆς κλίνης ζητοῦσα Χαιρέαν καὶ μηδὲ λύχνον ἅψασα διὰ τὴν λύπην: ψόφου δὲ ποδῶν γενομένου πρώτη τοῦ ἀνδρὸς ᾔσθετο τὴν ἀναπνοὴν καὶ χαίρουσα αὐτῷ προσέδραμεν. [12] δὲ φωνὴν μὲν οὐκ ἔσχεν ὥστε λοιδορήσασθαι, κρατούμενος δὲ ὑπὸ τῆς ὀργῆς ἐλάκτισε προσιοῦσαν. Εὐστόχως οὖν ποῦς κατὰ τοῦ διαφράγματος ἐνεχθεὶς ἐπέσχε τῆς παιδὸς τὴν ἀναπνοήν, ἐρριμμένην δὲ αὐτὴν αἱ θεραπαινίδες βαστάσασαι κατέκλιναν ἐπὶ τὴν κοίτην.


Καλλιρρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἔκειτο νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, Φήμη δὲ ἄγγελος τοῦ πάθους καθ̓ ὅλην τὴν πόλιν διέτρεχεν, οἰμωγὴν ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης: καὶ πανταχόθεν θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει πόλεως ἁλώσει. Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δἰ ὅλης τῆς νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν. [2] Ἔτι δὲ καομένων καὶ τεμνομένων αὐτῶν ἔμαθε τὴν ἀλήθειαν. Τότε ἔλεος αὐτὸν εἰσῆλθε τῆς ἀποθανούσης καὶ ἀποκτεῖναι μὲν ἑαυτὸν ἐπεθύμει, Πολύχαρμος δ̓ ἐκώλυε, φίλος ἐξαίρετος τοιοῦτος, οἷον Ὅμηρος ἐποίησε Πάτροκλον Ἀχιλλέως. Ἡμέρας δὲ γενομένης οἱ ἄρχοντες ἐκλήρουν δικαστήριον τῷ φονεῖ, διὰ τὴν πρὸς Ἑρμοκράτην τιμὴν ἐπισπεύδοντες τὴν κρίσιν. [3] Ἀλλὰ καὶ δῆμος ἅπας εἰς τὴν ἀγορὰν συνέτρεχεν, ἄλλων ἄλλα κεκραγότων: ἐδημοκόπουν δὲ οἱ τῆς μνηστείας ἀποτυχόντες καὶ Ἀκραγαντῖνος ὑπὲρ ἅπαντας, λαμπρός τε καὶ σοβαρός, οἷον διαπραξάμενος ἔργον μηδεὶς ἂν προσεδόκησε. [4] Συνέβη δὲ πρᾶγμα καινὸν καὶ ἐν δικαστηρίῳ μηδεπώποτε [p. 12] πραχθέν: ῥηθείσης γὰρ τῆς κατηγορίας φονεὺς μετρηθέντος αὐτῷ τοῦ ὕδατος ἀντὶ τῆς ἀπολογίας αὐτοῦ κατηγόρησε πικρότερον καὶ πρῶτος τὴν καταδικάζουσαν ψῆφον ἤνεγκεν, οὐδὲν εἰπὼν τῶν πρὸς τὴν ἀπολογίαν δικαίων, οὐ τὴν διαβολήν, οὖ τὴν ζηλοτυπίαν, οὐ τὸ ἀκούσιον, ἀλλ̓ ἐδεῖτο πάντωνδημοσίᾳ με καταλεύσατε: ἀπεστεφάνωσα τὸν δῆμον. [5] Φιλάνθρωπόν ἐστιν ἂν παραδῶτέ με δημίῳ. Τοῦτο ὤφειλον ἂν παθεῖν, εἰ καὶ θεραπαινίδα Ἑρμοκράτους ἀπέκτεινα. Τρόπον ζητήσατε κολάσεως ἀπόρρητον. Χείρονα δέδρακα ἱεροσύλων καὶ πατροκτόνων. Μὴ θάψητέ με, μὴ μιάνητε τὴν γῆν, ἀλλὰ τὸ ἀσεβὲς καταποντώσατε σῶμα.’ [6] Ταῦτα λέγοντος θρῆνος ἐξερράγη, καὶ πάντες ἀφέντες τὴν νεκρὰν τὸν ζῶντα ἐπένθουν. Ἑρμοκράτης συνηγόρησε Χαιρέᾳ πρῶτος. ‘Ἐγὼφησὶνἐπίσταμαι τὸ συμβὰν ἀκούσιον ὄν. Βλέπω τοὺς ἐπιβουλεύοντας ἡμῖν. Οὐκ ἐφησθήσονται δυσὶ νεκροῖς, [7] οὐδὲ λυπήσω τεθνεῶσαν τὴν θυγατέρα. Ἤκουσα λεγούσης αὐτῆς πολλάκις ὅτι αὑτῆς μᾶλλον θέλει Χαιρέαν ζῆν. Παύσαντες οὖν τὸ περισσὸν δικαστήριον ἐπὶ τὸν ἀναγκαῖον ἀπίωμεν τάφον. Μὴ παραδῶμεν χρόνῳ τὴν νεκράν, μηδὲ ἄμορφον τῇ παρολκῇ ποιήσωμεν τὸ σῶμα. Θάψωμεν Καλλιρρόην ἔτι καλήν.’


Οἱ μὲν οὖν δικασταὶ τὴν ἀπολύουσαν ψῆφον ἔθεσαν, Χαιρέας δὲ οὐκ ἀπέλυεν ἑαυτόν, ἀλλ̓ ἐπεθύμει θανάτου καὶ πάσας ὁδοὺς ἐμηχανᾶτο τῆς τελευτῆς. Πολύχαρμος δὲ ὁρῶν ἄλλως ἀδύνατον ἑαυτῷ τὴν σωτηρίανπροδόταφησὶτῆς νεκρᾶς, οὐδὲ θάψαι Καλλιρρόην ὑπομενεῖς; ἀλλοτρίαις χερσὶ τὸ σῶμα πιστεύεις; Καιρός ἐστί σοι νῦν ἐνταφίων ἐπιμελεῖσθαι [p. 13] πολυτελείας καὶ τὴν ἐκκομιδὴν κατασκευάσαι βασιλικήν.’ Ἔπεισεν οὗτος λόγος: [2] ἐνέβαλε γὰρ φιλοτιμίαν καὶ φροντίδα. Τίς ἂν οὖν ἀπαγγεῖλαι δύναιτο κατ̓ ἀξίαν τὴν ἐκκομιδὴν ἐκείνην; Κατέκειτο μὲν Καλλιρρόη νυμφικὴν ἐσθῆτα περικειμένη καὶ ἐπὶ χρυσηλάτου κλίνης μείζων τε καὶ κρείττων, ὥστε πάντες εἴκαζον αὐτὴν Ἀριάδνῃ καθευδούσῃ. [3] Προῄεσαν δὲ τῆς κλίνης πρῶτοι μὲν οἱ Συρακουσίων ἱππεῖς αὐτοῖς ἵπποις κεκοσμημένοι, μετὰ τούτους ὁπλῖται φέροντες τὰ σημεῖα τῶν Ἑρμοκράτους τροπαίων, εἶτα βουλή, καὶ ἐν μέσῳ τῷ δήμῳ πάντες οἱ Ἑρμοκράτην δορυφοροῦντες: ἐφέρετο δὲ καὶ Ἀρίστων, ἔτι νοσῶν, θυγατέρα καὶ κυρίαν Καλλιρρόην ἀποκαλῶν. Ἐπὶ τούτοις αἱ γυναῖκες τῶν πολιτῶν μελανείμονες, [4] εἶτα πλοῦτος ἐνταφίων βασιλικός: πρῶτος μὲν τῆς φερνῆς χρυσός τε καὶ ἄργυρος καὶ ἐσθήτων κάλλος καὶ κόσμος ῾συνέπεμψε δὲ Ἑρμοκράτης πολλὰ ἐκ τῶν λαφύρων̓ συγγενῶν τε δωρεαὶ καὶ φίλων, τελευταῖος δὲ Χαιρέου πλοῦτος: ἐπεθύμει γάρ, εἰ δυνατὸν ἦν, πᾶσαν τὴν οὐσίαν συγκαταφλέξαι τῇ γυναικί. [5] Ἔφερον δὲ τὴν κλίνην οἱ Συρακουσίων ἔφηβοι, καὶ ἐπηκολούθει τὸ πλῆθος. Πάντων δὲ θρηνούντων μάλιστα Χαιρέας ἠκούετο. Ἦν δὲ τάφος μεγαλοπρεπὴς Ἑρμοκράτους πλησίον τῆς θαλάσσης, ὥστε καὶ τοῖς πόρρωθεν πλέουσι περίβλεπτος εἶναι: τοῦτον ὥσπερ θησαυρὸν ἐπλήρωσεν τῶν ἐνταφίων πολυτέλεια. Τὸ δὲ δοκοῦν εἰς τιμὴν τῆς νεκρᾶς γεγονέναι μειζόνων πραγμάτων ἐκίνησεν ἀρχήν.


Θήρων γάρ τις ἦν, πανοῦργος ἄνθρωπος, ἐξ ἀδικίας πλέων τὴν θάλασσαν καὶ λῃστὰς ἔχων ἐφορμοῦντας [p. 14] τοῖς λιμέσιν. Ὀνόματι πορθμείου πειρατήριον συγκροτῶν οὗτος, τῇ ἐκκομιδῇ παρατυχὼν ἐπωφθαλμίασε τῷ χρυσῷ καὶ νύκτωρ κατὰ κλίνης οὐκ ἐκοιμᾶτο λέγων πρὸς ἑαυτὸνἀλλ̓ ἐγὼ κινδυνεύω μαχόμενος τῇ θαλάσσῃ καὶ τοὺς ζῶντας ἀποκτείνων ἕνεκα λημμάτων μικρῶν, ἐξὸν πλουτῆσαι παρὰ μιᾶς νεκρᾶς. Ἀνερρίφθω κύβος: οὐκ ἀφήσω τὸ κέρδος. Τίνας δ̓ οὖν ἐπὶ τὴν πρᾶξιν στρατολογήσω; Σκέψαι, Θήρων, τίς ἐπιτήδειος ὧν οἶδας. Ζηνοφάνης Θούριος; Συνετὸς μὲν ἀλλὰ δειλός. Μένων Μεσσήνιος; Τολμηρὸς μὲν ἀλλὰ προδότης.’ Ἐπεξιὼν δὲ τῷ λογισμῷ καθέκαστον, ὥσπερ ἀργυρογνώμων, πολλοὺς ἀποδοκιμάσας, ὅμως ἔδοξε τινὰς ἐπιτηδείους. Ἕωθεν οὖν διατρέχων εἰς τὸν λιμένα, ἕκαστον αὐτῶν ἀνεζήτει. Εὗρε δ̓ ἐνίους μὲν ἐν πορνείοις, τοὺς δ̓ ἐν καπηλείοις, οἰκεῖον στρατὸν τοιούτῳ στρατηγῷ. Φήσας οὖν ἔχειν τι διαλεχθῆναι πρὸς αὐτοὺς ἀναγκαῖον, κατόπιν τοῦ λιμένος ἀπήγαγε καὶ τούτων ἤρξατο τῶν λόγωνἐγὼ θησαυρὸν εὑρὼν ὑμᾶς κοινωνοὺς εἱλόμην ἐξ ἁπάντων: οὐ γάρ ἐστιν ἑνὸς τὸ κέρδος, οὐδὲ πόνου πολλοῦ δεόμενον, ἀλλὰ μία νὺξ δύναται ποιῆσαι πάντας ἡμᾶς πλουσίους. Οὐκ ἄπειροι δ̓ ἐσμὲν τοιούτων ἐπιτηδευμάτων, παρὰ μὲν τοῖς ἀνοήτοις ἀνθρώποις ἔχει διαβολήν, ὠφέλειαν δὲ τοῖς φρονίμοις δίδωσι.’ Συνῆκαν εὐθὺς ὅτι λῃστείαν τυμβωρυχίαν ἱεροσυλίαν καταγγέλλει, καὶπαῦσαιἔφασανπείθων τοὺς πεπεισμένους ἤδη καὶ μόνον μήνυε τὴν πρᾶξιν, καὶ τὸν καιρὸν μὴ παραπολλύωμεν.’ δὲ. Θήρων ἔνθεν ἑλὼνἑωράκατεφησὶτὸν χρυσὸν καὶ ἄργυρον τῆς νεκρᾶς. Οὗτος ἡμῶν τῶν ζώντων δικαιότερον γένοιτ̓ ἄν. Δοκεῖ δή μοι νυκτὸς ἀνοῖξαι τὸν τάφον, εἶτα ἐνθεμένους [p. 15] τῷ κέλητι, πλεύσαντας ὅποι ποτ̓ ἂν φέρῃ τὸ πνεῦμα διαπωλῆσαι τὸν φόρτον ἐπὶ ξένης.’ Ἤρεσε. ‘Νῦν μὲν οὖνφησὶτρέπεσθε ἐπὶ τὰς συνήθεις διατριβάς: βαθείας δὲ ἑσπέρας ἕκαστος ἐπὶ τὸν κέλητα κατίτω κομίζων οἰκοδομικὸν ὄργανον.’


Οὗτοι μὲν δὴ ταῦτα ἔπραττον: τὰ δὲ περὶ Καλλιρρόην δευτέραν ἄλλην ἐλάμβανε παλιγγενεσίαν, καί τινος ἀνέσεως ταῖς ἀποληφθείσαις ἀναπνοαῖς ἐκ τῆς ἀσιτίας ἐγγενομένης μόλις καὶ κατ̓ ὀλίγον ἀνέπνευσεν: ἔπειτα κινεῖν ἤρξατο κατὰ μέλη τὸ σῶμα, διανοίγουσα δὲ τοὺς ὀφθαλμοὺς αἴσθησιν ἐλάμβανεν ἐγειρομένης ἐξ ὕπνου καὶ ὡς συγκαθεύδοντα Χαιρέαν ἐκάλεσεν. [2] Ἐπεὶ δὲ οὔτε ἀνὴρ οὔτε αἱ θεραπαινίδες ἤκουον, πάντα δὲ ἦν ἐρημία καὶ σκότος, φρίκη καὶ τρόμος τὴν παῖδα κατελάμβανεν οὐ δυναμένην τῷ λογισμῷ συμβαλεῖν τὴν ἀλήθειαν, μόλις δὲ ἀνεγειρομένη στεφάνων προσήψατο καὶ ταινιῶν καὶ ψόφον ἐποίει χρυσοῦ τε καὶ ἀργύρου: πολλὴ δὲ ἦν ἀρωμάτων εὐωδία. [3] Τότ̓ οὖν ἀνεμνήσθη τοῦ λακτίσματος καὶ τοῦ δἰ ἐκεῖνο πτώματος, μόλις τε τὸν ἐκ τῆς ἀγωνίας ἐνόησε τάφον. Ἔρρηξεν οὖν φωνήν, ὅσην ἐδύνατοσώζετε, βοηθεῖτε.’ Ἐπεὶ δὲ πολλάκις αὐτῆς κεκραγυίας οὐδὲν ἐγίνετο πλέον, ἀπήλπισεν ἤδη τὴν σωτηρίαν καὶ ἐνθεῖσα τοῖς γόνασι τὴν κεφαλὴν ἐθρήνει λέγουσαοἴμοι τῶν κακῶν: ζῶσα κατορώρυγμαι μηδὲν ἀδικοῦσα καὶ ἀποθνήσκω θάνατον μακρόν. [4] Ὑγιαίνουσάν με πενθοῦσι. Τίνα τίς ἄγγελον πέμψει; Ἄδικε Χαιρέα, μέμφομαί σε οὐχ ὅτι με ἀπέκτεινας, ἀλλ̓ ὅτι με ἔσπευσας ἐκβαλεῖν τῆς οἰκίας. Οὐκ ἔδει σε ταχέως θάψαι Καλλιρρόην οὐδ̓ ἀληθῶς ἀποθανοῦσαν. Ἀλλ̓ ἤδη τάχατι βουλεύῃ περὶ γάμου.’


Κἀκείνη μὲν ἐν ποικίλοις ἦν ὀδυρμοῖς: δὲ Θήρων [p. 16] φυλάξας αὐτὸ τὸ μεσονύκτιον ἀψοφητὶ προσῄει τῷ τάφῳ, κούφως ταῖς κώπαις ἁπτόμενος τῆς θαλάσσης. Ἐκβαίνων δὲ πρῶτον ἐπέταξε τὴν ὑπηρεσίαν τὸν τρόπον τοῦτον. [2] Τέσσαρας μὲν ἀπέστειλεν ἐπὶ κατασκοπήν, εἴ τινες προσίοιεν εἰς τὸν τόπον, εἰ μὲν δύναιντο, φονεύειν: εἰ δὲ μή, συνθήματι μηνύειν τὴν ἄφιξιν αὐτῶν: πέμπτος δὲ αὐτὸς προσῄει τῷ τάφῳ. Τοὺς δὲ λοιποὺς ῾ἦσαν γὰρ οἱ σύμπαντες ἑκκαίδεκἀ μένειν ἐπὶ τοῦ κέλητος ἐκέλευσε καὶ τὰς κώπας ἔχειν ἐπτερωμένας, ἵνα, ἐάν τι αἰφνίδιον συμβαίνῃ, ταχέως τοὺς ἀπὸ γῆς ἁρπάσαντες ἀποπλεύσωσιν. [3] Ἐπεὶ δὲ μοχλοὶ προσηνέχθησαν καὶ σφοδροτέρα πληγὴ πρὸς τὴν ἀνάρρηξιν τοῦ τάφου, τὴν Καλλιρρόην κατελάμβανεν ὁμοῦ πάντα, φόβος, χαρά, λύπη, θαυμασμός, ἐλπίς, ἀπιστία. ‘Πόθεν ψόφος; Ἆρά τις δαίμων κατὰ νόμον κοινὸν τῶν ἀποθνησκόντων ἐπ̓ ἐμὲ παραγίνεται τὴν ἀθλίαν; Ἢψόφος οὐκ ἔστιν, ἀλλὰ φωνὴ καλούντων με τῶν ὑποχθονίων πρὸς αὑτούς; Τυμβωρύχους μᾶλλον εἰκὸς εἶναι: καὶ γὰρ τοῦτό μου ταῖς συμφοραῖς προσετέθη: πλοῦτος ἄχρηστος [4] νεκρῷ.’ Ταῦτα ἔτι λογιζομένης αὐτῆς προύβαλε τὴν κεφαλὴν λῃστὴς καὶ κατὰ μικρὸν εἰσεδύετο. Καλλιρρόη δ̓ αὐτῷ προσέπεσε, βουλομένη δεηθῆναι: κἀκεῖνος φοβηθεὶς ἐξεπήδησε, τρέμων δὲ πρὸς τοὺς ἑταίρους ἐφθέγξατοφεύγωμεν ἐντεῦθεν: δαίμων γάρ τις φυλάττει τὰ ἔνδον καὶ εἰσελθεῖν ἡμῖν οὐκ ἐπιτρέπει.’ Κατεγέλασε Θήρων, [5] δειλὸν εἰπὼν καὶ νεκρότερον τῆς τεθνεώσης, εἶτα ἐκέλευσε ἄλλον εἰσελθεῖν. Ἐπεὶ δὲ οὐδεὶς ὑπέμενεν, αὐτὸς εἰσῆλθε προβαλλόμενος τὸ ξίφος. Λάμψαντος δὲ τοῦ σιδήρου, δείσασα Καλλιρρόη, μὴ φονευθῇ, πρὸς τὴν γωνίαν ἐξέτεινεν ἑαυτὴν κἀκεῖθεν ἱκέτευε, λεπτὴν ἀφιεῖσα [p. 17] φωνήνἐλέησον, ὅστις ποτ̓ εἶ, τὴν οὐκ ἐλεηθεῖσαν ὑπ̓ ἀνδρὸς οὐδὲ γονέων: μὴ ἀποκτείνῃς ἣν σέσωκας.’ [6] Μᾶλλον ἐθάρρησεν Θήρων καὶ οἷα δεινὸς ἀνὴρ ἐνόησε τὴν ἀλήθειαν: ἔστη δὲ σύννους καὶ τὸ μὲν πρῶτον ἐβουλεύσατο κτεῖναι τὴν γυναῖκα, νομίζων ἐμπόδιον ἔσεσθαι τῆς ὅλης πράξεως: ταχεῖα δὲ διὰ τὸ κέρδος ἐγένετο μετάνοια καὶ πρὸς αὑτὸν εἶπενἔστω καὶ αὐτὴ τῶν ἐνταφίων μέρος: πολὺς μὲν ἄργυρος ἐνταῦθα πολὺς δὲ χρυσός, τούτων δὲ πάντων [7] τὸ τῆς γυναικὸς τιμιώτερον κάλλος.’ Λαβόμενος οὖν τῆς χειρὸς ἐξήγαγεν αὐτήν, εἶτα καλέσας τὸν συνεργὸνἰδοὺφησὶν δαίμων, ὃν ἐφοβοῦ: καλός γε λῃστὴς φοβηθεὶς γυναῖκα. Σὺ μὲν οὖν φύλαττε ταύτην: θέλω γὰρ αὐτὴν ἀποδοῦναι τοῖς γονεῦσιν: ἡμεῖς δὲ ἐκφέρωμεν τὰ ἔνδον ἀποκείμενα, μηκέτι μηδὲ τῆς νεκρᾶς αὐτὰ τηρούσης.’


Ἐπεὶ δὲ ἐνέπλησαν τὸν κέλητα τῶν λαφύρων, ἐκέλευσεν Θήρων τὸν φύλακα μικρὸν ἀποστῆναι μετὰ τῆς γυναικός: εἶτα βουλὴν προύθηκε περὶ αὐτῆς. Ἐγένοντο δὲ αἱ γνῶμαι διάφοροι καὶ ἀλλήλαις ὑπεναντίαι. [2] Πρῶτος γάρ τις εἶπενἐφ̓ ἕτερα μὲν ἤλθομεν, συστρατιῶται, βέλτιον δὲ τὸ παρὰ τῆς τύχης ἀποβέβηκε: χρησώμεθα αὐτῷ: δυνάμεθα γὰρ ἀκινδύνως εἰργάσθαι. Δοκεῖ δή μοι τὰ μὲν ἐντάφια κατὰ χώραν ἐᾶν, ἀποδοῦναι δὲ τὴν Καλλιρρόην ἀνδρὶ καὶ πατρί, φήσαντας ὅτι προσωρμίσθημεν τῷ τόπῳ κατὰ συνήθειαν ἁλιευτικήν, ἀκούσαντες δὲ φωνὴν ἠνοίξαμεν κατὰ φιλανθρωπίαν, ἵνα σώσωμεν τὴν ἔνδον ἀποκεκλεισμένην. [3] Ὁρκίσωμεν δὲ τὴν γυναῖκα πάντα ἡμῖν μαρτυρεῖν. Ἡδέως δὲ ποιήσει. χάριν ὀφείλουσα τοῖς εὐεργέταις, δἰ ὧν ἐσώθη. Πόσης οἴεσθε χαρᾶς ἐμπλήσομεν τὴν ὅλην Σικελίαν; [p. 18] πόσας ληψόμεθα δωρεάς; ἅμα δὲ καὶ πρὸς ἀνθρώπους δίκαια καὶ πρὸς θεοὺς ὅσια ταῦτα ποιήσομεν.’ [4] Ἔτι δὲ αὐτοῦ λέγοντος ἕτερος ἀντεῖπενἄκαιρε καὶ ἀνόητε, νῦν ἡμᾶς κελεύεις φιλοσοφεῖν; ἆρά γε τὸ τυμβωρυχεῖν ἡμᾶς ἐποίησε χρηστούς; ἐλεήσομεν ἣν οὐκ ἠλέησεν ἴδιος ἀνὴρ ἀλλ̓ ἀπέκτεινεν; οὐδὲν γὰρ ἠδίκηκεν ἡμᾶς: [5] ἀλλ̓ ἀδικήσει τὰ μέγιστα. Πρῶτον μὲν γάρ, ἂν ἀποδῶμεν αὐτὴν τοῖς προσήκουσιν, ἄδηλον ἣν ἕξουσι γνώμην περὶ τοῦ γεγονότος, καὶ ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν, δἰ ἣν ἤλθομεν ἐπὶ τὸν τάφον. Ἐὰν δὲ καὶ χαρίσωνται τὴν τιμωρίαν ἡμῖν οἱ τῆς γυναικὸς συγγενεῖς, ἀλλ̓ οἱ ἄρχοντες καὶ δῆμος αὐτὸς οὐκ ἀφήσει τυμβωρύχους ἄγοντας καθ̓ αὑτῶν τὸ φορτίον. [6] Τάχα δέ τις ἐρεῖ λυσιτελέστερον εἶναι πωλῆσαι τὴν γυναῖκα: τιμὴν γὰρ εὑρήσειν διὰ τὸ κάλλος. Ἔχει δὲ καὶ τοῦτο κίνδυνον. μὲν γὰρ χρυσὸς οὐκ ἔχει φωνήν, οὐδὲ ἄργυρος ἐρεῖ πόθεν αὐτὸν εἰλήφαμεν. Ἔξεστιν ἐπὶ τούτοις πλάσασθαι καὶ διήγημα. [7] Φορτίον δὲ ἔχον ὀφθαλμούς τε καὶ ὦτα καὶ γλῶσσαν τίς ἂν ἀποκρύψαι δύναιτο; καὶ γὰρ οὐδὲ ἀνθρώπινον τὸ κάλλος, ἵνα λάθωμεν. Ὅτε δούλην ἐροῦμεν τίς αὐτὴν ἰδὼν τούτῳ πιστεύσει; Φονεύσωμεν οὖν αὐτὴν ἐνθάδε, καὶ μὴ περιαγάγωμεν καθ̓ αὑτῶν τὸν κατήγορον.’ [8] Πολλῶν δὲ τούτοις συντιθεμένων οὐδετέρᾳ γνώμῃ Θήρων ἐπεψήφισε. ‘Σὺ μὲν γὰρεἶπεκίνδυνον ἐπάγεις, σὺ δὲ κέρδος ἀπολλύεις. Ἐγὼ δὲ ἀποδώσομαι τὴν γυναῖκα μᾶλλον ἀπολῶ: πωλουμένη μὲν γὰρ σιγήσει διὰ τὸν φόβον, πραθεῖσα δὲ κατηγορείτω τῶν μὴ παρόντων. Ἀλλ̓ ἐμβαίνετε: πλέωμεν: ἤδη γάρ ἐστι πρὸς ἡμέραν.’ [p. 19]


Ἀναχθεῖσα δὲ ναῦς ἐφέρετο λαμπρῶς: οὐδὲ γὰρ ἐβιάζοντο πρὸς κῦμα καὶ πνεῦμα τῷ μὴ προκεῖσθαί τινα πλοῦν ἴδιον αὐτοῖς, ἀλλὰ πᾶς ἄνεμος οὔριος αὐτοῖς ἐδόκει καὶ κατὰ πρύμναν εἱστήκει. Καλλιρρόην δὲ παρεμυθεῖτο Θήρων, ποικίλαις ἐπινοίαις πειρώμενος ἀπατᾶν. [2] Ἐκείνη δὲ ᾐσθάνετο τὰ καθ̓ ἑαυτὴν καὶ ὅτι ἄλλως ἐσώθη: προσεποιεῖτο δὲ μὴ νοεῖν, ἀλλὰ πιστεύειν, δεδοικυῖα μὴ ἄρα καὶ ἀνέλωσιν αὐτὴν ὡς ὀργιζομένην. Εἰποῦσα δὲ μὴ φέρειν τὴν θάλασσαν, ἐγκαλυψαμένη καὶ δακρύσασασὺ μὲνἔφη, ‘πάτερ, ἐν ταύτῃ τῇ θαλάσσῃ τριακοσίας ναῦς Ἀθηναίων κατεναυμάχησας, ἥρπασε δέ σου τὴν θυγατέρα κέλης μικρὸς καὶ οὐδέν μοι βοηθεῖς. [3] Ἐπὶ ξένην ἄγομαι γῆν καὶ δουλεύειν με δεῖ τὴν εὐγενῆ: τάχα δὲ ἀγοράσει τις τὴν Ἑρμοκράτους θυγατέρα δεσπότης Ἀθηναῖος. Πόσῳ μοι κρεῖττον ἦν ἐν τάφῳ κεῖσθαι νεκράν: πάντως ἂν μετ̓ ἐμοῦ Χαιρέας ἐκηδεύθη: νῦν δὲ καὶ ζῶντες καὶ ἀποθανόντες διεζεύχθημεν.’ [4] μὲν οὖν ἐν τοιούτοις ἦν ὀδυρμοῖς, οἱ δὲ λῃσταὶ νήσους μικρὰς καὶ πόλεις παρέπλεον: οὐ γὰρ ἦν τὰ φορτία πενήτων, ἐζήτουν δὲ πλουσίους ἄνδρας. Ὡρμίσαντο δὴ καταντικρὺ τῆς Ἀττικῆς ὑπό τινα χηλήν: πηγὴ δ̓ ἦν αὐτόθι πολλοῦ καὶ καθαροῦ νάματος καὶ λειμὼν εὐφυής. [5] Ἔνθα τὴν Καλλιρρόην προαγαγόντες φαιδρύνεσθαι καὶ ἀναπαύσασθαι κατὰ μικρὸν ἀπὸ τῆς θαλάσσης ἠξίωσαν, διασώζειν θέλοντες αὐτῆς τὸ κάλλος: μόνοι δὲ ἐβουλεύοντο ὅποι χρὴ τὸν στόλον ποιεῖσθαι. καί τις εἶπενἈθῆναι πλησίον, μεγάλη καὶ εὐδαίμων πόλις. Ἐκεῖ πλῆθος μὲν ἐμπόρων εὑρήσομεν, πλῆθος δὲ πλουσίων. Ὥσπερ γὰρ ἐν [p. 20] εὑρήσομεν, πλῆθος δὲ πλουσίων. ὥσπερ γὰρ ἐν ἀγορᾷ τοὺς ἄνδρας οὕτως ἐν Ἀθήναις τὰς πόλεις ἔστιν ἰδεῖν.’ ἐδόκει δὴ πᾶσι καταπλεῖν εἰς Ἀθήνας, [6] οὐκ ἤρεσκε δὲ Θήρωνι τῆς πόλεως περιεργία: ‘μόνοι γὰρ ὑμεῖς οὐκ ἀκούετε τὴν πολυπραγμοσύνην τῶν Ἀθηναίων; δῆμός ἐστι λάλος καὶ φιλόδικος, ἐν δὲ τῷ λιμένι μυρίοι συκοφάνται πεύσονται τίνες ἐσμὲν καὶ πόθεν ταῦτα φέρομεν τὰ φορτία. ὑποψία καταλήψεται πονηρὰ τοὺς κακοήθεις. [7] Ἄρειος πάγος εὐθὺς ἐκεῖ καὶ ἄρχοντες τυράννων βαρύτεροι. μᾶλλον Συρακουσίων Ἀθηναίους φοβηθῶμεν. χωρίον ἡμῖν ἐπιτήδειόν ἐστιν Ἰωνία, καὶ γὰρ πλοῦτος ἐκεῖ βασιλικὸς ἐκ τῆς μεγάλης Ἀσίας ἄνωθεν ἐπιρρέων καὶ ἄνθρωποι τρυφῶντες καὶ ἀπράγμονες: ἐλπίζω δέ τινας αὐτόθεν εὑρήσειν καὶ γνωρίμους.’ [8] ὑδρευσάμενοι δὴ καὶ λαβόντες ἀπὸ τῶν παρουσῶν ὁλκάδων ἐπισιτισμὸν ἔπλεον εὐθὺ Μιλήτου, τριταῖοι δὲ κατήχθησαν εἰς ὅρμον ἀπέχοντα τῆς πόλεως σταδίους ὀγδοήκοντα, εὐφυέστατον εἰς ὑποδοχήν.


Ἔνθα δὴ Θήρων κώπας ἐκέλευσεν ἐκφέρειν καὶ μονὴν ποιεῖν τῇ Καλλιρόῃ καὶ πάντα παρέχειν εἰς τρυφήν. ταῦτα δὲ οὐκ ἐκ φιλανθρωπίας ἔπραττεν ἀλλ᾽ ἐκ φιλοκερδίας, ὡς ἔμπορος μᾶλλον λῃστής. αὐτὸς δὲ διέδραμεν εἰς ἄστυ παραλαβὼν δύο τῶν ἐπιτηδείων. εἶτα φανερῶς μὲν οὐκ ἐβουλεύετο ζητεῖν τὸν ὠνητὴν οὐδὲ περιβόητον τὸ πρᾶγμα ποιεῖν, κρύφα δὲ καὶ διὰ χειρὸς ἔσπευδε τὴν πρᾶσιν. δυσδιάθετον δὲ ἀπέβαινεν: οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν οὐδὲ ἑνὸς τῶν ἐπιτυχόντων, ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως, τοῖς δὲ τοιούτοις ἐφοβεῖτο προσιέναι. [2] γινομένης οὖν διατριβῆς μακροτέρας οὐκέτι φέρειν ὑπέμενε τὴν παρολκήν: νυκτὸς δὲ ἐπελθούσης καθεύδειν μὲν οὐκ ἐδύνατο, ἔφη δὲ πρὸς αὑτὸνἀνόητος, Θήρων, εἶ: [p. 21] ἀπολέλοιπας γὰρ ἤδη τοσαύταις ἡμέραις ἄργυρον καὶ χρυσὸν ἐν ἐρημίᾳ, ὡς μόνος λῃστής. [3] οὐκ οἶδας ὅτι τὴν θάλασσαν καὶ ἄλλοι πλέουσι πειραταί; ἐγὼ δὲ καὶ τοὺς ἡμετέρους φοβοῦμαι μὴ καταλιπόντες ἡμᾶς ἀποπλεύσωσιν: οὐ δήπου γὰρ τοὺς δικαιοτάτους ἐστρατολόγησας, ἵνα σοι τὴν πίστιν φυλάττωσιν, ἀλλὰ τοὺς πονηροτάτους ἄνδρας ὧν ᾔδεις. [4] νῦν μὲν οὖνεἶπενἐξ ἀνάγκης κάθευδε, ἡμέρας δὲ ἐπιστάσης διαδραμὼν ἐπὶ τὸν κέλητα ῥῖψον εἰς θάλασσαν τὴν ἄκαιρον καὶ περιττήν σοι γυναῖκα καὶ μηκέτι φορτίον ἐπάγου δυσδιάθετον.’ κοιμηθεὶς δὲ ἐνύπνιον εἶδε κεκλεισμένας τὰς θύρας. [5] ἔδοξεν οὖν αὐτῷ τὴν ἡμέραν ἐκείνην ἐπισχεῖν. οἷα δὲ ἀλύων ἐπί τινος ἐργαστηρίου καθῆστο, ταραχώδης παντάπασι τὴν ψυχήν. [6] ἐν δὲ τῷ μεταξὺ παρῄει πλῆθος ἀνθρώπων ἐλευθέρων τε καὶ δούλων, ἐν μέσοις δὲ αὐτοῖς ἀνὴρ ἡλικίᾳ καθεστώς, μελανειμονῶν καὶ σκυθρωπός. ἀναστὰς οὖν Θήρωνπερίεργον γὰρ ἀνθρώπου φύσιςἐπυνθάνετο ἑνὸς τῶν ἐπακολουθούντωντίς οὗτος;’ δὲ ἀπεκρίνατοξένος εἶναί μοι δοκεῖς μακρόθεν ἥκειν, ὃς ἀγνοεῖς Διονύσιον πλούτῳ καὶ γένει καὶ παιδείᾳ τῶν ἄλλων Ἰώνων ὑπερέχοντα, φίλον τοῦ μεγάλου [7] βασιλέως.’ ‘διατί τοίνυν μελανειμονεῖ;’ ‘τέθνηκε γὰρ αὐτοῦ γυνὴ ἧς ἤρα.’ ἔτι μᾶλλον εἴχετο τῆς ὁμιλίας Θήρων, εὑρηκὼς ἄνδρα πλούσιον καὶ φιλογύναιον. οὐκέτ᾽ οὖν ἀνῆκε τὸν ἄνδρα ἀλλ᾽ [8] ἐπυνθάνετοτίνα χώραν ἔχεις παρ᾽ αὐτῷ;’ κἀκεῖνος ἀπεκρίνατοδιοικητής εἰμι τῶν ὅλων, τρέφω δὲ αὐτῷ καὶ τὴν θυγατέρα, παιδίον νήπιον, μητρὸς ἀθλίας πρὸ ὥρας ὀρφανόν.’ Θήρωντί σὺ καλῇ;’ ‘Λεωνᾶς.’ [p. 22]Εὐκαίρωςφησίν, ‘ Λεωνᾶ, συνέβαλον. Ἔμπορός εἰμι καὶ πλέω νῦν ἐξ Ἰταλίας, ὅθεν οὐδὲν οἶδα τῶν ἐν Ἰωνίᾳ. Γυνὴ δὲ Συβαρῖτις, εὐδαιμονεστάτη τῶν ἐκεῖ, καλλίστην ἅβραν ἔχουσα διὰ ζηλοτυπίαν ἐπώλησεν, ἐγὼ δὲ αὐτὴν ἐπριάμην. [9] Σοὶ οὖν γενέσθω τὸ κέρδος, εἴτε σεαυτῷ θέλεις τροφὸν κατασχεῖν τοῦ παιδίου ῾πεπαίδευται γὰρ ἱκανῶς᾿ εἴτε καὶ ἀξίαν ὑπολαμβάνεις χαρίσασθαι τῷ δεσπότῃ. Λυσιτελεῖ δέ σοι μᾶλλον ἀργυρώνητον ἔχειν αὐτόν, [10] ἵνα μὴ τῇ τροφίμῃ σου μητρυιὰν ἐπαγάγηται.’ Τούτων Λεωνᾶς ἤκουσεν ἄσμενος καὶθεός μοί τιςεἶπενεὐεργέτην σε κατέπεμψεν: γὰρ ὠνειροπόλουν ὕπαρ μοι δεικνύεις: ἐλθὲ τοίνυν εἰς τὴν οἰκίαν καὶ φίλος ἤδη γενοῦ καὶ ξένος: τὴν δὲ περὶ τῆς γυναικὸς αἵρεσιν ὄψις κρινεῖ, πότερον δεσποτικόν ἐστι τὸ κτῆμα καθ̓ ἡμᾶς.’


Ἐπεὶ δὲ ἧκον εἰς τὴν οἰκίαν, μὲν Θήρων ἐθαύμαζε τὸ μέγεθος καὶ τὴν πολυτέλειαν̔ἦν γὰρ εἰς ὑποδοχὴν τοῦ Περσῶν βασιλέως παρεσκευασμένἠ, Λεωνᾶς δὲ ἐκέλευσε περιμένειν αὐτὸν περὶ τὴν θεραπείαν [2] τοῦ δεσπότου πρῶτον Ἔπειτα ἐκεῖνον λαβὼν ἀνήγαγεν εἰς τὴν οἴκησιν τὴν ἑαυτοῦ σφόδρα ἐλευθέριον οὖσαν, ἐκέλευσε δὲ παραθεῖναι τράπεζαν. Καὶ Θήρων, οἷα πανοῦργος ἄνθρωπος καὶ πρὸς πάντα καιρὸν ἁρμόσασθαι δεινός, ἥπτετο τροφῆς καὶ ἐφιλοφρονεῖτο ταῖς προπόσεσι τὸν Λεωνᾶν, τὰ μὲν ἁπλότητος. [3] ἐνδείξει, τὸ δὲ πλέον κοινωνίας. πίστει. Μεταξὺ δὲ ὁμιλία περὶ τῆς γυναικὸς ἐγίνετο πολλή, καὶ Θήρων ἐπῄνει τὸν τρόπον μᾶλλον τῆς γυναικὸς τὸ κάλλος, εἰδὼς ὅτι τὸ μὲν ἄδηλον συνηγορίας ἔχει χρείαν, δὲ ὄψις αὑτὴν συνίστησιν. ‘Ἀπίωμεν οὖν[4] ἔφη Λεωνᾶς, ‘καὶ δεῖξον αὐτήν.’ δὲοὐκ ἐνταῦθά [p. 23] ἐστινἀπεκρίνατο, ‘διὰ γὰρ τοὺς τελώνας περιέστημεν τὴν πόλιν, ἀπὸ ὀγδοήκοντα δὲ σταδίων τὸ πλοῖον ὁρμεῖ,’ καὶ τὸν τόπον ἔφραζεν. ‘Ἐν τοῖς ἡμετέροιςφησὶχωρίοις ὡρμίσασθε: καὶ τοῦτο βέλτιον, ἤδη τῆς τύχης ὑμᾶς ἀγσύσης ἐπὶ Διονύσιον. [5] Ἀπίωμεν οὖν εἰς τὸν ἀγρόν, ἵνα καὶ ἐκ τῆς θαλάσσης αὑτοὺς ἀναλάβητε: γὰρ πλησίον ἔπαυλις κατεσκεύασται πολυτελῶς.’ Ἥσθη μᾶλλον Θήρων, [6] εὐκολωτέραν ἔσεσθαι τὴν πρᾶσιν οὐκ ἐν ἀγορᾷ νομίζων ἀλλ̓ ἐν ἐρημίᾳ, καὶἕωθενφησὶνἀπίωμεν, σὺ μὲν εἰς τὴν ἔπαυλιν, ἐγὼ δ̓ εἰς τὴν ναῦν, κἀκεῖθεν ἄξω τὴν γυναῖκα πρὸς σέ.’ Συνέθεντο ταῦτα καὶ δεξιὰς ἀλλήλοις ἐμβαλόντες ἀπηλλάγησαν. Ἀμφοτέροις δὲ νὺξ ἐδόκει μακρά, τοῦ μὲν δὴ σπεύδοντος ἀγοράσαι, τοῦ δὲ πωλῆσαι. [7] Τῇ δὲ ὑστεραίᾳ μὲν Λεωνᾶς παρέπλευσεν εἰς τὴν ἔπαυλιν, ἅμα καὶ ἀργύριον κομίζων ἵνα προκαταλάβῃ τὸν ἔμπορον: δὲ Θήρων ἐπὶ τὴν ἀκτὴν καὶ σφόδρα ποθοῦσιν ἐπέστη τοῖς συνεργοῖς, διηγησάμενος δὲ τὴν πρᾶξιν αὐτοῖς Καλλιρρόην κολακεύειν ἤρξατο. [8]Κἀγὼφησί, ‘θύγατερ, εὐθὺς μὲν ἤθελόν σε πρὸς τοὺς σοὺς ἀπαγαγεῖν: ἐναντίου δὲ ἀνέμου γενομένου διεκωλύθην ὑπὸ τῆς θαλάσσης: ἐπίστασαι δὲ πόσην σου πεποίημαι πρόνοιαν: καὶ τὸ μέγιστον, καθαρὰν ἐτηρήσαμεν: ἀνύβριστον ἀπολήψεταί σε Χαιρέας, ὡς ἐκ θαλάμου τοῦ τάφου σωθεῖσαν δἰ ἡμᾶς. [9] Νῦν μὲν οὖν ἀναγκαῖόν ἐστιν ἡμῖν μέχρι Λυκίας διαδραμεῖν, οὐκ ἀναγκαῖον δὲ καὶ σὲ μάτην ταλαιπωρεῖν καὶ ταῦτα χαλεπῶς ναυτιῶσαν: ἐνταῦθα δὲ δὴ παραθήσομαί σε φίλοις πιστοῖς, ἐπανιὼν δὲ παραλήψομαι καὶ μετὰ πολλῆς ἐπιμελείας ἄξω λοιπὸν [p. 24] εἰς Συρακούσας. Λάβε τῶν σῶν τι ἂν θέλῃς: σοὶ γὰρ καὶ τὰ λοιπὰ τηροῦμεν.’ [10] Ἐπὶ τούτῳ πρὸς αὑτὴν ἐγέλασε Καλλιρρόη, καίτοι σφόδρα λυπουμένη ὅτι παντελῶς αὐτὴν ἀνόητον ὑπελάμβανεν: ἤδη γὰρ πωλουμένη ἠπίστατο, τῆς δὲ πάλαι εὐγενείας τὴν πρᾶσιν εὐτυχεστέραν ὑπελάμβανεν, ἀπαλλαγῆναι θέλουσα λῃστῶν. Καὶχάριν σοιφησὶνἔχω, πάτερ, ὑπὲρ τῆς εἰς ἐμὲ φιλανθρωπίας: ἀποδοῖεν δὲἔφηπᾶσιν ὑμῖν οἱ θεοὶ τὰς ἀξίας ἀμοιβάς. [11] Χρήσασθαι δὲ τοῖς ἐνταφίοις δυσοιώνιστον ὑπολαμβάνω. Πάντα μοι φυλάξατε καλῶς: ἐμοὶ δὲ ἀρκεῖ δακτυλίδιον μικρόν, εἶχον καὶ νεκρά.’ Εἶτα συγκαλυψαμένη τὴν κεφαλὴνἄγε μεφησίν, ‘ Θήρων, ὅποι ποτὲ θέλεις: πᾶς γὰρ τόπος θαλάσσης καὶ τάφου κρείσσων.’


Ὡς δὲ πλησίον ἐγένετο τῆς ἐπαύλεως Θήρων, ἐστρατήγησέ τι τοιοῦτον. Ἀποκαλύψας τὴν Καλλιρρόην καὶ λύσας αὐτῆς τὴν κόμην, διανοίξας τὴν θύραν, πρώτην ἐκέλευσεν εἰσελθεῖν. δὲ Λεωνᾶς καὶ πάντες οἱ ἔνδον ἐπιστάσης αἰφνίδιον κατεπλάγησαν, δοκοῦντες θεὰν ἑωρακέναι: καὶ γὰρ ἦν τις λόγος ἐν τοῖς ἀγροῖς Ἀφροδίτην ἐπιφαίνεσθαι. [2] Καταπεπληγμένων δὲ αὐτῶν κατόπιν Θήρων ἑπόμενος προσῆλθε τῷ Λεωνᾷ καὶἀνάσταφησὶκαὶ γενοῦ περὶ τὴν ὑποδοχὴν τῆς γυναικός: αὕτη γάρ ἐστιν ἣν θέλεις ἀγοράσαι.’ Χαρὰ καὶ θαυμασμὸς ἐπηκολούθησε πάντων. [3] Τὴν μὲν οὖν Καλλιρρόην ἐν τῷ καλλίστῳ τῶν οἰκημάτων κατακλίναντες εἴασαν ἡσυχάζειν: καὶ γὰρ ἐδεῖτο πολλῆς ἀναπαύσεως ἐκ λύπης καὶ καμάτου καὶ φόβου: Θήρων δὲ τῆς δεξιᾶς λαβόμενος τοῦ Λεωνᾶ [p. 25]τὰ μὲν παῤ ἐμοῦ σοιφησὶπιστῶς πεπλήρωται, σὺ δὲ ἔχε μὲν ἤδη τὴν γυναῖκα ῾φίλος γὰρ εἶ λοιπόν̓, ἧκε δὲ εἰς ἄστυ καὶ λάμβανε τὰς καταγραφὰς καὶ τότε μοι τιμήν, [4] ἣν θέλεις, ἀποδώσεις.’ Ἀμείψασθαι δὲ θέλων Λεωνᾶςοὐ μὲν οὖνφησὶνἀλλὰ κἀγώ σοι τὸ ἀργύριον ἤδη πιστεύω πρὸ τῆς καταγραφῆς,’ ἅμα δὲ καὶ προκαταλαβεῖν ἤθελε, δεδιὼς μὴ ἄρα μετάθηται: πολλοὺς γὰρ ἂν ἐν τῇ πόλει γενέσθαι τοὺς ἐθέλοντας ὠνεῖσθαι. [5] Τάλαντον οὖν ἀργυρίου προκομίσας ἠνάγκαζε λαβεῖν, δὲ Θήρων ἀκκισάμενος λαμβάνει. Κατέχοντος δὲ ἐπὶ δεῖπνον αὐτὸν τοῦ Λεωνᾶ ῾καὶ γὰρ ἦν ὀψὲ τῆς ὥρας᾿βούλομαιφησὶνἀφ̓ ἑσπέρας εἰς τὴν πόλιν πλεῦσαι, τῇ δ̓ ὑστεραίᾳ ἐπὶ τῷ λιμένι συμβαλοῦμεν.’ [6] Ἐπὶ τούτοις ἀπηλλάγησαν. Ἐλθὼν δ̓ ἐπὶ τὴν ναῦν Θήρων ἐκέλευσεν ἀραμένους τὰς ἀγκύρας ἀνάγεσθαι τὴν ταχίστην, πρὶν ἐκπύστους γενέσθαι. Καὶ οἱ μὲν ἀπεδίδρασκον ἔνθα τὸ πνεῦμα ἔφερε, μόνη δὲ Καλλιρρόη γενομένη ἤδη μετ̓ ἐξουσίας τὴν ἰδίαν ἀπωδύρετο τύχην. ‘Ἰδοὺφησὶνἄλλος τάφος, ἐν Θήρων με κατέκλεισεν, ἐρημότερος ἐκείνου μᾶλλον: [7] πατὴρ γάρ μοι ἂν ἐκεῖ προσῆλθε καὶ μήτηρ, καὶ Χαιρέας ἐπέσπεισε δακρύων: ᾐσθόμην ἂν καὶ τεθυεῶσα. Τίνα δὲ ἐνταῦθα καλέσω; Γινώσκεις. Τύχη βάσκανε, διὰ γῆς καὶ θαλάσσης τῶν ἐμῶν κακῶν οὐκ ἐπληρώθης, ἀλλὰ πρῶτον μὲν τὸν ἐραστήν μου σὺ φονέα ἐποίησας ῾Χαιρέας, μηδὲ δοῦλον μηδέποτε πλήξας, ἐλάκτισε καιρίως ἐμὲ τὴν φιλοῦσαν̓: [8] εἶτά με τυμβωρύχων χερσὶ παρέδωκας καὶ ἐκ τάφου προήγαγες εἰς θάλασσαν καὶ τῶν κυμάτων τοὺς πειρατὰς φοβερωτέρους ἐπέστησας. Τὸ δὲ περιβόητον κάλλος εἰς τοῦτο ἐκτησάμην, ἵν̓ ὑπὲρ ἐμοῦ Θήρων λῃστ̣̣̔̓ [p. 26] μεγάλην λάβῃ τιμήν. [9] Ἐν ἐρημίᾳ πέπραμαι καὶ οὐδὲ εἰς πόλιν ἠνέχθην, ὡς ἄλλη τις τῶν ἀργυρωνήτων: ἐφοβήθης γάρ, Τύχη, μή τις ἰδὼν εὐγενῆ δόξῃ. Διὰ τοῦτο ὡς σκεῦος παρεδόθην οὐκ οἶδα τίσιν, Ἕλλησιν βαρβάροις πάλιν λῃσταῖς.’ Κόπτουσα δὲ τῇ χειρὶ τὸ στῆθος εἶδεν ἐν τῷ δακτυλίῳ τὴν εἰκόνα τὴν Χαιρέου καὶ καταφιλοῦσαἀληθῶς ἀπόλωλα, [10] Χαιρέαφησί, ‘τοσούτῳ διαζευχθεῖσα πάθει. Καὶ σὺ μὲν πενθεῖς καὶ μετανοεῖς καὶ τάφῳ κενῷ παρακάθησαι, μετὰ θάνατόν μοι τὴν σωφροσύνην μαρτυρῶν, ἐγὼ δὲ Ἑρμοκράτους θυγάτηρ, σὴ γυνή, δεσπότῃ σήμερον ἐπράθην.’ Τοιαῦτα ὀδυρομένῃ μόλις ὕπνος ἐπῆλθεν αὐτῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: