Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
book 6
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ
book 8
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Προκόπιος Καισαρεὺς τοὺς πολέμους ξυνέγραψεν οὓς Ἰουστινιανὸς ὁ Ῥωμαίων βασιλεὺς πρὸς βαρβάρους διήνεγκε τούς τε ἑῴους καὶ ἑσπερίους, ὥς πη αὐτῶν ἑκάστῳ ξυνηνέχθη γενέσθαι, ὡς μὴ ἔργα ὑπερμεγέθη ὁ μέγας αἰὼν λόγου ἔρημα χειρωσάμενος τῇ τε λήθῃ αὐτὰ καταπρόηται καὶ παντάπασιν ἐξίτηλα θῆται, ὧνπερ τὴν μνήμην αὐτὸς ᾤετο μέγα τι ἔσεσθαι καὶ ξυνοῖσον ἐς τὰ μάλιστα τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐς τὸ ἔπειτα γενησομένοις, εἴ ποτε καὶ αὖθις ὁ χρόνος ἐς ὁμοίαν τινὰ τοὺς ἀνθρώπους ἀνάγκην διάθοιτο. [2] τοῖς τε γὰρ πολεμησείουσι καὶ ἄλλως ἀγωνιουμένοις ὄνησίν τινα ἐκπορίζεσθαι οἵα τέ ἐστιν ἡ τῆς ἐμφεροῦς ἱστορίας ἐπίδειξις, ἀποκαλύπτουσα μὲν ὅποι ποτὲ τοῖς προγεγενημένοις τὰ τῆς ὁμοίας ἀγωνίας ἐχώρησεν, αἰνισσομένη δὲ ὁποίαν τινὰ τελευτὴν τοῖς γε ὡς ἄριστα βουλευομένοις τὰ παρόντα, ὡς τὸ εἰκός, ἕξει. [3] καί οἱ αὐτῷ ξυνηπίστατο πάντων μάλιστα [p. 4] δυνατὸς ὢν τάδε ξυγγράψαι κατ̓ ἄλλο μὲν οὐδέν, ὅτι δὲ αὐτῷ ξυμβούλῳ ᾑρημένῳ Βελισαρίῳ τῷ στρατηγῷ σχεδόν τι ἅπασι παραγενέσθαι τοῖς πεπραγμένοις ξυνέπεσε. [4] πρέπειν τε ἡγεῖτο ῥητορικῇ μὲν δεινότητα, ποιητικῇ δὲ μυθοποιΐαν, [5] ξυγγραφῇ δὲ ἀλήθειαν. ταῦτά τοι οὐδέ του τῶν οἱ ἐς ἄγαν ἐπιτηδείων τὰ μοχθηρὰ ἀπεκρύψατο, ἀλλὰ τὰ πᾶσι ξυνενεχθέντα ἕκαστα ἀκριβολογούμενος ξυνεγράψατο, εἴτε εὖ εἴτε πη ἄλλῃ αὐτοῖς εἰργάσθαι ξυνέβη. [6] Κρεῖσσον δὲ οὐδὲν ἢ ἰσχυρότερον τῶν ἐν τοῖσδε τοῖς πολέμοις τετυχηκότων τῷ γε ὡς ἀληθῶς τεκμηριοῦσθαι βουλομένῳ φανήσεται. [7] πέπρακται γὰρ ἐν τούτοις μάλιστα πάντων ὧν ἀκοῇ ἴσμεν: θαυμαστὰ οἷα, ἢν μή τις τῶν τάδε ἀναλεγομένων τῷ παλαιῷ χρόνῳ τὰ πρεσβεῖα διδοίη καὶ τὰ καθ̓ αὑτὸν οὐκ ἀξιοίη θαυμαστὰ οἴεσθαι. [8] ὥσπερ οὖν ἀμέλει τοὺς μὲν νῦν στρατευομένους ἔνιοι καλοῦσι τοξότας, ἀγχεμάχους δὲ καὶ ἀσπιδιώτας καὶ τοιαῦτα ἄττα ὀνόματα τοῖς παλαιοτάτοις ἐθέλουσι νέμειν, ταύτην τε τὴν ἀρετὴν ἐς τοῦτον ἐληλυθέναι τὸν χρόνον ἥκιστα οἴονται, ἀταλαίπωρόν γε καὶ τῆς πείρας ἀπωτάτω τὴν περὶ αὐτῶν ποιούμενοι δόξαν. [9] οὐ γάρ τις πώποτε αὐτοῖς ἔννοια γέγονεν ὅτι δὴ τοῖς μὲν παῤ Ὁμήρῳ τοξεύουσιν, οἷσπερ καὶ ὑβρίζεσθαι ἀπὸ τῆς τέχνης ὀνομαζομένοις ξυνέβαινεν, οὐχ ἵππος ὑπῆν, οὐ δόρυ, οὐκ [p. 6] ἀσπὶς ἤμυνεν, οὐκ ἄλλο οὐδὲν τοῦ σώματος φυλακτήριον ἦν, ἀλλὰ πεζοὶ μὲν ἐς μάχην ᾔεσαν, ἀποκεκρύφθαι δὲ αὐτοῖς ἦν ἀναγκαῖον, ἑταίρου του ἐκλεγομένοις ἀσπίδα ἢ στήλῃ ἐπὶ τύμβῳ τινὶ κεκλιμένοις, [10] ἔνθα οὔτε τρεπόμενοι διασώζεσθαι οὔτε φεύγουσι τοῖς πολεμίοις ἐπιτίθεσθαι οἷοί τε ἦσαν, οὐ μὴν οὐδὲ ἀπὸ τοῦ ἐμφανοῦς διαμάχεσθαι, ἀλλά τι κλέπτειν ἐδόκουν ἀεὶ τῶν ἐν τῇ ξυμβολῇ γινομένων. [11] ἄνευ δὲ τούτων οὕτως ἀταλαιπώρως ἐχρῶντο τῇ τέχνῃ, ὥστε πελάσαντες τῷ σφετέρῳ μαζῷ τὴν νευρὰν εἶτα τὸ βέλος ἀφίεσαν κωφόν τε καὶ οὐτιδανὸν εἰκότως τοῖς δεχομένοις ἐσόμενον. τοιαύτη μέν τις οὖσα ἡ τοξεία φαίνεται πρότερον. [12] οἱ δέ γε τανῦν τοξόται ἴασι μὲν ἐς μάχην τεθωρακισμένοι τε καὶ κνημῖδας ἐναρμοσάμενοι μέχρι ἐς γόνυ. ἤρτηται δὲ αὐτοῖς ἀπὸ μὲν τῆς δεξιᾶς πλευρᾶς τὰ βέλη, [13] ἀπὸ δὲ τῆς ἑτέρας τὸ ξίφος. εἰσὶ δὲ οἷς καὶ δόρυ προσαποκρέμαται καὶ βραχεῖά τις ἐπὶ τῶν ὤμων ἀσπὶς ὀχάνου χωρίς, οἵα τά τε ἀμφὶ τὸ πρόσωπον καὶ τὸν αὐχένα ἐπικαλύπτειν. [14] ἱππεύονται δὲ ὡς ἄριστα καὶ θέοντος αὐτοῖς ὡς τάχιστα τοῦ ἵππου τὰ τόξα τε οὐ χαλεπῶς ἐντείνειν οἷοί τέ εἰσιν ἐφ̓ ἑκάτερα καὶ διώκοντάς τε βάλλειν τοὺς πολεμίους καὶ φεύγοντας. [15] ἕλκεται δὲ αὐτοῖς κατὰ τὸ μέτωπον ἡ νευρὰ παῤ αὐτὸ μάλιστα τῶν ὤτων τὸ δεξιόν, τοσαύτης ἀλκῆς ἐμπιπλᾶσα τὸ βέλος, ὥστε τὸν ἀεὶ παραπίπτοντα κτείνειν, οὔτε ἀσπίδος ἴσως οὔτε θώρακος [p. 8] ἀποκρούεσθαί τι δυναμένου τῆς ῥύμης. [16] εἰσὶ δὲ οἳ τούτων ἥκιστα ἐνθυμούμενοι σέβονται μὲν καὶ τεθήπασι τὸν παλαιὸν χρόνον, οὐδὲν δὲ ταῖς ἐπιτεχνήσεσι διδόασι πλέον. ἀλλὰ τούτων οὐδὲν κωλύσει μὴ οὐχὶ μέγιστά τε καὶ ἀξιολογώτατα ἐν τοῖσδε τοῖς πολέμοις ξυμβῆναι. [17] λελέξεται δὲ πρῶτον ἀρξαμένοις μικρὸν ἄνωθεν ὅσα Ῥωμαίοις ξυνηνέχθη καὶ Μήδοις πολεμοῦσι παθεῖν τε καὶ δρᾶσαι.
Procopius. Procopius. H.B. (Henry Bronson) Dewing. William Heinemann; The Macmillan Co.; Harvard University Press. London; New York; Cambridge, MA. 1914-1928. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (2 total)
- Cross-references in general dictionaries to this page
(2):
- LSJ, βράχεα
- LSJ, προσαπο-κρέμαμαι
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences