previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


105    Τῖφυς δ᾽ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον
Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι
κῦμ᾽ ἁλὸς εὐρείης, ἐσθλὸς δ᾽ ἀνέμοιο θυέλλας
καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι.
αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον
110ὦρσεν Ἀθηναίη, μετὰ δ᾽ ἤλυθεν ἐλδομένοισιν.
αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε: σὺν δέ οἱ Ἄργος
τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν.
τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν,
ὅσσαι ὑπ᾽ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης.
115    Φλίας δ᾽ αὖτ᾽ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν,
ἔνθ᾽ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι,
πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο.
Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος,
ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ
120Νηληίς: τῆς δ᾽ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν
Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους.
οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος
πευθόμεθ᾽ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι.
ἀλλ᾽ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων,
125νεῖον ἀπ᾽ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας
τὴν ὁδόν, ζωὸν φέρε κάπριον, ὅς ῥ᾽ ἐνὶ βήσσῃς
φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος,
τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν
δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων:
130αὐτὸς δ᾽ ἰότητι παρὲκ νόον Εὐρυσθῆος
ὡρμήθη: σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων,
πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο.
τῷ δ᾽ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη,
Ναύπλιος. γὰρ ἔην Κλυτονήου Ναυβολίδαο:
135Ναύβολος αὖ Λέρνου: Λέρνον γε μὲν ἴδμεν ἐόντα
Προίτου Ναυπλιάδαο: Ποσειδάωνι δὲ κούρη.
πρίν ποτ᾽ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα
Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν.
Ἴδμων δ᾽ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον
140Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν
ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο.
οὐ μὲν ὅγ᾽ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς
γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν
Λητοΐδης: αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν
145οἰωνούς τ᾽ ἀλέγειν ἠδ᾽ ἔμπυρα σήματ᾽ ἰδέσθαι.
καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη
Κάστορά τ᾽ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων
Σπάρτηθεν: τοὺς δ᾽ ἥγε δόμοις ἔνι Τυνδαρέοιο
τηλυγέτους ὠδῖνι μιῇ τέκεν: οὐδ᾽ ἀπίθησεν
150νισσομένοις: Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων.
οἵ τ᾽ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας
Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ
ἀμφότεροι: Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο
ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον
155ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: