previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,
οὐδ᾽ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδ᾽ ἀνὴρ
470τοῖος ἐὼν δεῦρ᾽ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη.
εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι,
δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο
χρησμοσύνη τρύχεσκεν: ἐπ᾽ ἤματι δ᾽ ἦμαρ ὀρώρει
κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι.
475ἀλλ᾽ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴν
ἀμπλακίης. γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνων
δή ποθ᾽ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,
μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ,
μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ἔπι πουλὺν
480αἰῶνα τρίβεσκε διηνεκές: αὐτὰρ τήνγε
ἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.
τῷ δ᾽ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσω
αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτ᾽ ἀφίκανεν,
ἀμπλακίην ἔγνων: βωμὸν δ᾽ ἐκέλευσα καμόντα
485Θυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπ᾽ αὐτῷ
ἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.
ἔνθ᾽ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ᾽ ἐμεῖο
ἐκλάθετ᾽, οὐδ᾽ ἀθέρισσε: μόλις δ᾽ ἀέκοντα θύραζε
πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.’
490    ὧς φάτ᾽ Ἀγηνορίδης: δ᾽ ἐπισχεδὸν αὐτίκα δοιὼ
ἤλυθ᾽ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δ᾽ ἵστατ᾽ Ἰήσων,
ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος.
ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωνα
ῥέζον ἐπ᾽ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο.
495κουρότεροι δ᾽ ἑτάρων μενοεικέα δαῖτ᾽ ἀλέγυνον.
ἔνθ᾽ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,
τοὶ δ᾽ αὐτοῦ κατὰ δώματ᾽ ἀολλέες εὐνάζοντο.
ἦρι δ᾽ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τ᾽ ἀνὰ πᾶσαν
γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.
500    Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖο
μῆλα νέμειν προτέροισι παρ᾽ ἀνδράσιν: εὔαδε γάρ οἱ
παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλων
τήνγ᾽ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν
τηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις,
505αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος.
ἔνθα δ᾽ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν
Ἀγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες.
τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφην
αὐτοῦ μακραίωνα καὶ ἀγρότιν: υἷα δ᾽ ἔνεικεν
510νηπίαχον Χείρωνος ὑπ᾽ ἄντροισιν κομέεσθαι.
τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν
Μοῦσαι, ἄκεστορίην τε θεοπροπίας τ᾽ ἐδίδαξαν:
καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσ᾽ ἐνέμοντο
ἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τ᾽ ἐρυμνὴν
515Ὄθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο.
ἦμος δ᾽ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσους
Σείριος, οὐδ᾽ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν,
τῆμος τόνγ᾽ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο
λοιμοῦ ἀλεξητῆρα. λίπεν δ᾽ ὅγε πατρὸς ἐφετμῇ
520Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας
Παρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης,
καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο,
ἱερά τ᾽ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ
Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο δ᾽ ἕκητι
525γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι
ἤματα τεσσαράκοντα: Κέῳ δ᾽ ἔτι νῦν ἱερῆες
ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: