previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1170    Ἠὼς δ᾽ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν
λῦε κελαινὴν νύκτα δι᾽ ἠέρος: αἱ δ᾽ ἐγέλασσαν
ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν
ἀτραπιτοὶ πεδίων: ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς:
κίνυντ᾽ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δ᾽ ἀποτηλοῦ
1175Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο.
αὐτίκα δ᾽ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν
ὃν νόον ἐξερέων κούρης ὕπερ: ἐν δ᾽ ὅγε χειρὶ
σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ὕπο λαοὶ
ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας.
1180τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες
Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.
ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων
βαῖνον ἐποψόμεναι: σὺν δ᾽ ἀνέρες ἀγροιῶται
ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν
1185Ἥρη ἐπιπροέηκεν. ἄγεν δ᾽ μὲν ἔκκριτον ἄλλων
ἀρνειὸν μήλων, δ᾽ ἀεργηλὴν ἔτι πόρϝιν:
ἄλλοι δ᾽ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου
κίρνασθαι: θυέων δ᾽ ἀποϝηλόθι κήκιε λιγνύς.
αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,
1190μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν
ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται:
θάμβευν δ᾽ εἰσορόωσαι ἀριπρεπέων ἡρώων
εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο
υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς
1195ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ.
νύμφαι δ᾽ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο,
ἱμερόενθ᾽ ὑμέναιον ἀνήπυον: ἄλλοτε δ᾽ αὖτε
οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον,
Ἥρη, σεῖο ἕκητι: σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας
1200Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο.
αὐτὰρ ὅγ᾽ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατ᾽ ἔειπεν
ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,
ἔμπεδον ὧς ἀλέγυνε διαμπερές: οὐδέ τάρβος
οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο
1205μήνιες, ἀρρήκτοισι δ᾽ ἐνιζεύξας ἔχεν ὅρκοις.
τῶ καὶ ὅτ᾽ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες,
καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν,
λιμένων γαίης τ᾽ ἀποτηλόθι νῆας ἐέργειν,
δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς
1210δέχθαι μειλίξαντο συνήμονας: αὖθι δὲ νήσῳ
δὴν μάλα Φαιήκεσσι μετ᾽ ἀνδράσι ναιετάασκον,
εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες,
ἀνέρες ἐννάσσαντο μετὰ χρόνον: οἱ δὲ περαίην
νῆσον ἔβαν: κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων
1215οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι:
ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη.
Μοιράων δ᾽ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται
καὶ Νυμφέων Νομίοιο καθ᾽ ἱερὸν Λ̓πόλλωνος
βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δ᾽ ἰοῦσιν
1220Λ̓λκίνοος Μινύαις ξεινήια, πολλὰ δ᾽ ὄπασσεν
Λ̓ρήτη: μετὰ δ᾽ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι
Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.
ἤματι δ᾽ ἑβδομάτῳ Δρεπάνην λίπον: ἤλυθε δ᾽ οὖρος
ἀκραὴς ἠῶθεν ὑπὲκ Διός: οἱ δ᾽ ἀνέμοιο
1225πνοιῇ ἐπειγόμ̣̣ἰοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω
αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν,
ὄφρ᾽ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: