previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θαλύσια


̂̓Ης χρόνος ἁνίκ᾽ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν ῞Αλεντα
εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν ᾿Αμύντας:
τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
5χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν
εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ: ταὶ δὲ παρ᾽ αὐτὰν
αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον,
χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
10κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα
ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
οὔνομα μὲν Λυκίδαν, ἦς δ᾽ αἰπόλος, οὐδέ κέ τίς νιν
ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ᾽ ἐῴκει.
15ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
κνακὸν δέρμ᾽ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
ζωστῆρι πλακερῷ, ῥοικὰν δ᾽ ἔχεν ἀγριελαίω
δεξιτερᾷ κορύναν. καί μ᾽ ἀτρέμας εἶπε σεσαρὼς
20ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς:
Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,
ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,
οὐδ᾽ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;
μετὰ δαῖτα κλητὸς ἐπείγεαι; τινος ἀστῶν
25λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο
πᾶσα λίθος πταίοισα ποτ᾽ ἀρβυλίδεσσιν ἀείδει.’
τὸν δ᾽ ἐγὼ ἀμείφθην: ‘Λυκίδα φίλε, φαντί τυ πάντες
συριγκτὰν ἔμεναι μέγ᾽ ὑπείροχον ἔν τε νομεῦσιν
ἔν τ᾽ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
30ἁμέτερον: καί τοι κατ᾽ ἐμὸν νόον ἰσοφαρίζειν
ἔλπομαι. δ᾽ ὁδὸς ἅδε θαλυσιάς: γὰρ ἑταῖροι
ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
ὄλβω ἀπαρχόμενοι: μάλα γάρ σφισι πίονι μέτρῳ
δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
35ἀλλ᾽ ἄγε δή--ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώσ--
βουκολιασδώμεσθα: τάχ᾽ ὥτερος ἄλλον ὀνασεῖ.
καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
πάντες ἀοιδὸν ἄριστον: ἐγὼ δέ τις οὐ ταχυπειθής,
οὐ Δᾶν: οὐ γάρ πω κατ᾽ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
40Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
ἀείδων, βάτραχος δὲ ποτ᾽ ἀκρίδας ὥς τις ἐρίσδω.’
ὣς ἐφάμαν ἐπίταδες: δ᾽ αἰπόλος ἁδὺ γελάσσας,
τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ
πᾶν ἐπ᾽ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
45ὥς μοι καὶ τέκτων μέγ᾽ ἀπέχθεται, ὅστις ἐρευνῇ
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος,
καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν
ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.
ἀλλ᾽ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθ᾽ ἀοιδᾶς,
50Σιμιχίδα: κἠγὼ μέν--ὅρη φίλος, εἴ τοι ἀρέσκει
τοῦθ᾽ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.’

Λυκίδας

῎Εσσεται ᾿Αγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν,
χὥταν ἐφ᾽ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ
κύματα, χὡρίων ὅτ᾽ ἐπ᾽ ὠκεανῷ πόδας ἴσχῃ,
55αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ ᾿Αφροδίτας
ῥύσηται: θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.
χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν
τόν τε νότον τόν τ᾽ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ:
ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα
60ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.
᾿Αγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν
ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο.
κἠγὼ τῆνο κατ᾽ ἆμαρ ἀνήτινον ῥοδόεντα
καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων
65τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.
χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστ᾽ ἐπὶ πᾶχυν
κνύζᾳ τ᾽ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.
καὶ πίομαι μαλακῶς μεμνημένος ᾿Αγεάνακτος
70αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.
αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν ᾿Αχαρνεύς,
εἷς δὲ Λυκωπίτας: δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ,
ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις βούτας,
χὡς ὄρος ἀμφ᾽ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,
75῾Ιμέρα αἵτε φύοντι παρ᾽ ὄχθῃσιν ποταμοῖο,
εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφ᾽ Αἷμον
῎Αθω ῾Ροδόπαν Καύκασον ἐσχατόωντα.
ᾀσεῖ δ᾽ ὥς ποκ᾽ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ
ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,
80ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι
κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,
οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.
μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,
καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν
85κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
αἴθ᾽ ἐπ᾽ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν,
ὥς τοι ἐγὼν ἐνόμευον ἀν᾽ ὤρεα τὰς καλὰς αἶγας
φωνᾶς εἰσαΐων, τὺ δ᾽ ὑπὸ δρυσὶν ὑπὸ πεύκαις
ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα.
90    χὡ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο: τὸν δὲ μετ᾽ αὖθις
κἠγὼ τοῖ᾽ ἐφάμαν: ‘Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα
νύμφαι κἠμὲ δίδαξαν ἀν᾽ ὤρεα βουκολέοντα
ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα:
ἀλλὰ τόγ᾽ ἐκ πάντων μέγ᾽ ὑπείροχον, τυ γεραίρειν
ἀρξεῦμ᾽: ἀλλ᾽ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.’

Σιμιχίδας

Σιμιχίδᾳ μὲν ῎Ερωτες ἐπέπταρον: γὰρ δειλὸς
τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι.
ὥρατος δ᾽ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ
παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν ῎Αριστις,
ἐσθλὸς ἀνήρ, μέγ᾽ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν
Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,
ὡς ἐκ παιδὸς ῎Αρατος ὑπ᾽ ὀστέον αἴθετ᾽ ἔρωτι.
τόν μοι Πάν, ῾Ομόλας ἐρατὸν πέδον ὅστε λέλογχας,
ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις,
105εἴτ᾽ ἐστ᾽ ἆρα Φιλῖνος μαλθακὸς εἴτέ τις ἄλλος.
κἢν μὲν ταῦτ᾽ ἔρδῃς Πὰν φίλε, μή τί τυ παῖδες
᾿Αρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους
τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη:
εἰ δ᾽ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντ᾽ ὀνύχεσσι
110δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις,
εἴης δ᾽ ᾿Ηδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
῞Εβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,
ἐν δὲ θέρει πυμάτοισι παρ᾽ Αἰθιόπεσσι νομεύοις
πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.
115ὔμμες δ᾽ ῾Υετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες
νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,
μάλοισιν ῎Ερωτες ἐρευθομένοισιν ὁμοῖοι,
βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,
βάλλετ᾽, ἐπεὶ τὸν ξεῖνον δύσμορος οὐκ ἐλεεῖ μευ.
120καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες
αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.’
μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν ῎Αρατε,
μηδὲ πόδας τρίβωμες: δ᾽ ὄρθριος ἄλλον ἀλέκτωρ
κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη,
εἷς δ᾽ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας,
ἄμμιν δ᾽ ἁσυχία τε μέλοι γραία τε παρείη,
ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.
τόσσ᾽ ἐφάμαν: δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας
ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν.
130χὡ μὲν ἀποκλίνας ἐπ᾽ ἀριστερὰ τὰν ἐπὶ Πύξας
εἷρφ᾽ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω
στραφθέντες χὡ καλὸς ᾿Αμύντιχος ἔν τε βαθείαις
ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες
ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.
135πολλαὶ δ᾽ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο
αἴγειροι πτελέαι τε: τὸ δ᾽ ἐγγύθεν ἱερὸν ὕδωρ
Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.
τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες
τέττιγες λαλαγεῦντες ἔχον πόνον: δ᾽ ὀλολυγὼν
140τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις.
ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,
πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.
πάντ᾽ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δ᾽ ὀπώρας.
ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα
145δαψιλέως ἁμῖν ἐκυλίνδετο: τοὶ δ᾽ ἐκέχυντο
ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε:
τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.
νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,
ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον
150κρατῆρ᾽ ῾Ηρακλῆι γέρων ἐστήσατο Χείρων;
ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτ᾽ ᾿Ανάπῳ,
τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,
τοῖον νέκταρ ἔπεισε κατ᾽ αὐλία ποσσὶ χορεῦσαι,
οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι
155βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ
αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, δὲ γελάσσαι
δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (9 total)
  • Commentary references to this page (8):
    • E. T. Merrill, Commentary on Catullus, 56
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1258
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERA
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • R. J. Cholmeley, M.A., The Idylls of Theocritus, 1
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: