previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄρτεμις
τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης:
1390τὸ δ᾽ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.

Ἱππόλυτος
ἔα:
θεῖον ὀδμῆς πνεῦμα: καὶ γὰρ ἐν κακοῖς
ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας:
ἔστ᾽ ἐν τόποισι τοισίδ᾽ Ἄρτεμις θεά.

Ἄρτεμις
τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.

Ἱππόλυτος
1395ὁρᾷς με, δέσποιν᾽, ὡς ἔχω, τὸν ἄθλιον;

Ἄρτεμις
ὁρῶ: κατ᾽ ὄσσων δ᾽ οὐ θέμις βαλεῖν δάκρυ.

Ἱππόλυτος
οὐκ ἔστι σοι κυναγὸς οὐδ᾽ ὑπηρέτης.

Ἄρτεμις
οὐ δῆτ᾽: ἀτάρ μοι προσφιλής γ᾽ ἀπόλλυσαι.

Ἱππόλυτος
οὐδ᾽ ἱππονώμας οὐδ᾽ ἀγαλμάτων φύλαξ.

Ἄρτεμις
1400Κύπρις γὰρ πανοῦργος ὧδ᾽ ἐμήσατο.

Ἱππόλυτος
ὤμοι, φρονῶ δὴ δαίμον᾽ μ᾽ ἀπώλεσεν.

Ἄρτεμις
τιμῆς ἐμέμφθη, σωφρονοῦντι δ᾽ ἤχθετο.

Ἱππόλυτος
τρεῖς ὄντας ἡμᾶς ὤλεσ᾽, ᾔσθημαι, μία.

Ἄρτεμις
πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.

Ἱππόλυτος
1405ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.

Ἄρτεμις
ἐξηπατήθη δαίμονος βουλεύμασιν.

Ἱππόλυτος
δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.

Θησεύς
ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.

Ἱππόλυτος
στένω σὲ μᾶλλον 'μὲ τῆς ἁμαρτίας.

Θησεύς
1410εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.

Ἱππόλυτος
δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.

Θησεύς
ὡς μήποτ᾽ ἐλθεῖν ὤφελ᾽ ἐς τοὐμὸν στόμα.

Ἱππόλυτος
τί δ᾽; ἔκτανές τἄν μ᾽, ὡς τότ᾽ ἦσθ᾽ ὠργισμένος.

Θησεύς
δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.

Ἱππόλυτος
φεῦ:
1415εἴθ᾽ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.

Ἄρτεμις

Ἄρτεμις
ἔασον: οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας,
σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν:
1420ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
σοὶ δ᾽, ταλαίπωρ᾽, ἀντὶ τῶνδε τῶν κακῶν
τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
1425δώσω: κόραι γὰρ ἄζυγες γάμων πάρος
κόμας κεροῦνταί σοι, δι᾽ αἰῶνος μακροῦ
πένθη μέγιστα δακρύων καρπουμένῳ.
ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
1430ἔρως Φαίδρας ἐς σὲ σιγηθήσεται.

hide References (2 total)
  • Cross-references to this page (2):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, PRONOUNS
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: