previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός
680φεῦ φεῦ, πέπρακται, κοὐ κατώρθωνται τέχναι,
δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ᾽ ἔχει.

Φαίδρα
παγκακίστη καὶ φίλων διαφθορεῦ,
οἷ᾽ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
685οὐκ εἶπονοὐ σῆς προυνοησάμην φρενός; —
σιγᾶν ἐφ᾽ οἷσι νῦν ἐγὼ κακύνομαι;
σὺ δ᾽ οὐκ ἀνέσχου: τοιγὰρ οὐκέτ᾽ εὐκλεεῖς
θανούμεθ᾽. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.
οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας
690ἐρεῖ καθ᾽ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,
[ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,]
πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
ὄλοιο καὶ σὺ χὤστις ἄκοντας φίλους
πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.

Τροφός
695δέσποιν᾽, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά,
τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ:
ἔχω δὲ κἀγὼ πρὸς τάδ᾽, εἰ δέξῃ, λέγειν.
ἔθρεψά σ᾽ εὔνους τ᾽ εἰμί: τῆς νόσου δέ σοι
ζητοῦσα φάρμαχ᾽ ηὗρον οὐχ ἁβουλόμην.
700εἰ δ᾽ εὖ γ᾽ ἔπραξα, κάρτ᾽ ἂν ἐν σοφοῖσιν :
πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.

Φαίδρα
γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,
τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;

Τροφός
μακρηγοροῦμεν: οὐκ ἐσωφρόνουν ἐγώ.
705ἀλλ᾽ ἔστι κἀκ τῶνδ᾽ ὥστε σωθῆναι, τέκνον.

Φαίδρα
παῦσαι λέγουσα: καὶ τὸ πρὶν γὰρ οὐ καλῶς
παρῄνεσάς μοι κἀπεχείρησας κακά.
ἀλλ᾽ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι
φρόντιζ᾽: ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς.
710

ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,
τοσόνδε μοι παράσχετ᾽ ἐξαιτουμένῃ,
σιγῇ καλύψαθ᾽ ἁνθάδ᾽ εἰσηκούσατε.

Χορός
ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,
μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.

Φαίδρα
715καλῶς ἔλεξας: ἓν δὲπροτρέπουσ᾽ἐγὼ
εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,
ὥστ᾽ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον
αὐτή τ᾽ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.
οὐ γάρ ποτ᾽ αἰσχυνῶ γε Κρησίους δόμους
720οὐδ᾽ ἐς πρόσωπον Θησέως ἀφίξομαι
αἰσχροῖς ἐπ᾽ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.

Χορός
μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;

Φαίδρα
θανεῖν: ὅπως δέ, τοῦτ᾽ ἐγὼ βουλεύσομαι.

Χορός
εὔφημος ἴσθι.

Φαίδρα
καὶ σύ γ᾽ εὖ με νουθέτει.
725ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,
ψυχῆς ἀπαλλαχθεῖσα τῇδ᾽ ἐν ἡμέρᾳ
τέρψω: πικροῦ δ᾽ ἔρωτος ἡσσηθήσομαι.
ἀτὰρ κακόν γε χἀτέρῳ γενήσομαι
θανοῦσ᾽, ἵν᾽ εἰδῇ μὴ 'πὶ τοῖς ἐμοῖς κακοῖς
730ὑψηλὸς εἶναι: τῆς νόσου δὲ τῆσδέ μοι
κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: