previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἑρμιόνη
κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς
στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων
οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο
150δόμων ἀπαρχὰς δεῦρ᾽ ἔχουσ᾽ ἀφικόμην,
ἀλλ᾽ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς
Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ
πολλοῖς σὺν ἕδνοις, ὥστ᾽ ἐλευθεροστομεῖν.
[ὑμᾶς μὲν οὖν τοῖσδ᾽ ἀνταμείβομαι λόγοις.]
155

σὺ δ᾽ οὖσα δούλη καὶ δορίκτητος γυνὴ
δόμους κατασχεῖν ἐκβαλοῦσ᾽ ἡμᾶς θέλεις
τούσδε, στυγοῦμαι δ᾽ ἀνδρὶ φαρμάκοισι σοῖς,
νηδὺς δ᾽ ἀκύμων διὰ σέ μοι διόλλυται:
δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε
160ψυχὴ γυναικῶν: ὧν ἐπισχήσω σ᾽ ἐγώ,
κοὐδέν σ᾽ ὀνήσει δῶμα Νηρῇδος τόδε,
οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ.
ἢν δ᾽ οὖν βροτῶν τίς σ᾽ θεῶν σῷσαι θέλῃ,
δεῖ σ᾽ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων
165πτῆξαι ταπεινὴν προσπεσεῖν τ᾽ ἐμὸν γόνυ,
σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων
τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον,
γνῶναί θ᾽ ἵν᾽ εἶ γῆς. οὐ γάρ ἐσθ᾽ Ἕκτωρ τάδε,
οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ᾽ Ἑλλὰς πόλις.
170εἰς τοῦτο δ᾽ ἥκεις ἀμαθίας, δύστηνε σύ,
παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν,
τολμᾷς ξυνεύδειν καὶ τέκν᾽ αὐθεντῶν πάρα
τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος:
πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μείγνυται
175κόρη τ᾽ ἀδελφῷ, διὰ φόνου δ᾽ οἱ φίλτατοι
χωροῦσι, καὶ τῶνδ᾽ οὐδὲν ἐξείργει νόμος.
μὴ παρ᾽ ἡμᾶς εἴσφερ᾽: οὐδὲ γὰρ καλὸν
δυοῖν γυναικοῖν ἄνδρ᾽ ἕν᾽ ἡνίας ἔχειν,
ἀλλ᾽ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν
180στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.

Χορός
ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς
καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ᾽ ἀεί.

hide References (2 total)
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: