previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πολυμήστωρ
ἔσωθεν1
1035ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.

Χορός

ἠκούσατ᾽ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;

Πολυμήστωρ

ὤμοι μάλ᾽ αὖθις, τέκνα, δυστήνου σφαγῆς.

Χορός

φίλαι, πέπρακται καίν᾽ ἔσω δόμων κακά.

Πολυμήστωρ

ἀλλ᾽ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί:
1040βάλλων γὰρ οἴκων τῶνδ᾽ ἀναρρήξω μυχούς.

Χορός

ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
βούλεσθ᾽ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ
Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.

Ἑκάβη

ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας:
1045οὐ γάρ ποτ᾽ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,
οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτειν᾽ ἐγώ.

Χορός

γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,
δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;

Ἑκάβη

ὄψῃ νιν αὐτίκ᾽ ὄντα δωμάτων πάρος
1050τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί,
παίδων τε δισσῶν σώμαθ᾽, οὓς ἔκτειν᾽ ἐγὼ
σὺν ταῖς ἀρίσταις Τρῳάσιν: δίκην δέ μοι
δέδωκε. χωρεῖ δ᾽, ὡς ὁρᾷς, ὅδ᾽ ἐκ δόμων.
ἀλλ᾽ ἐκποδὼν ἄπειμι κἀποστήσομαι
1055θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.pos=2.2
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: