previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ταλθύβιος

Ταλθύβιος

διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,
σῆς παιδὸς οἴκτῳ: νῦν τε γὰρ λέγων κακὰ
520τέγξω τόδ᾽ ὄμμα, πρὸς τάφῳ θ᾽ ὅτ᾽ ὤλλυτο.
παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς:
λαβὼν δ᾽ Ἀχιλλέως παῖς Πολυξένην χερὸς
ἔστησ᾽ ἐπ᾽ ἄκρου χώματος, πέλας δ᾽ ἐγώ:
525λεκτοί τ᾽ Ἀχαιῶν ἔκκριτοι νεανίαι,
σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
ἕσποντο. πλῆρες δ᾽ ἐν χεροῖν λαβὼν δέπας
πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
χοὰς θανόντι πατρί: σημαίνει δέ μοι
530σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ.
κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε:
Σιγᾶτ᾽, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
σίγα σιώπα: νήνεμον δ᾽ ἔστησ᾽ ὄχλον.
δ᾽ εἶπεν: παῖ Πηλέως, πατὴρ δ᾽ ἐμός,
535δέξαι χοάς μοι τάσδε κηλητηρίους,
νεκρῶν ἀγωγούς: ἐλθὲ δ᾽, ὡς πίῃς μέλαν
κόρης ἀκραιφνὲς αἷμ᾽, σοι δωρούμεθα
στρατός τε κἀγώ: πρευμενὴς δ᾽ ἡμῖν γενοῦ
λῦσαί τε πρύμνας καὶ χαλινωτήρια
540νεῶν δὸς ἡμῖνπρευμενοῦςτ᾽ ἀπ᾽ Ἰλίου
νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.
τοσαῦτ᾽ ἔλεξε, πᾶς δ᾽ ἐπηύξατο στρατός.
εἶτ᾽ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν
ἐξεῖλκε κολεοῦ, λογάσι δ᾽ Ἀργείων στρατοῦ
545νεανίαις ἔνευσε παρθένον λαβεῖν.
δ᾽, ὡς ἐφράσθη, τόνδ᾽ ἐσήμηνεν λόγον:
τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,
ἑκοῦσα θνῄσκω: μή τις ἅψηται χροὸς
τοὐμοῦ: παρέξω γὰρ δέρην εὐκαρδίως.
550ἐλευθέραν δέ μ᾽, ὡς ἐλευθέρα θάνω,
πρὸς θεῶν, μεθέντες κτείνατ᾽: ἐν νεκροῖσι γὰρ
δούλη κεκλῆσθαι βασιλὶς οὖσ᾽ αἰσχύνομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: