previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
ἀλλ᾽ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
725Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.

Ἀγαμέμνων

Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ
ἐλθοῦσ᾽, ἐφ᾽ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
μὴ θιγγάνειν σῆς μηδέν᾽ Ἀργείων κόρης;
ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδ᾽ ἐψαύομεν:
730σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.
ἥκω δ᾽ ἀποστελῶν σε: τἀκεῖθεν γὰρ εὖ
πεπραγμέν᾽ ἐστίνεἴ τι τῶνδ᾽ ἐστὶν καλῶς.
ἔα: τίν᾽ ἄνδρα τόνδ᾽ ἐπὶ σκηναῖς ὁρῶ
θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι
735δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.

Ἑκάβη

δύστην᾽, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ
Ἀγαμέμνονος τοῦδ᾽ φέρω σιγῇ κακά;

Ἀγαμέμνων

τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν
740δύρῃ, τὸ πραχθὲν δ᾽ οὐ λέγεις; — τίς ἔσθ᾽ ὅδε;

Ἑκάβη

ἀλλ᾽, εἴ με δούλην πολεμίαν θ᾽ ἡγούμενος
γονάτων ἀπώσαιτ᾽, ἄλγος ἂν προσθείμεθ᾽ ἄν.

Ἀγαμέμνων

οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων
ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.

Ἑκάβη

745ἆρ᾽ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς
μᾶλλον φρένας τοῦδ᾽, ὄντος οὐχὶ δυσμενοῦς;

Ἀγαμέμνων

εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι,
ἐς ταὐτὸν ἥκεις: καὶ γὰρ οὐδ᾽ ἐγὼ κλύειν.

Ἑκάβη

οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ
750τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;
τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. —
Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων
καὶ σοῦ γενείου δεξιᾶς τ᾽ εὐδαίμονος ...

Ἀγαμέμνων

τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον
755αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι.

Ἑκάβη

οὐ δῆτα: τοὺς κακοὺς δὲ τιμωρουμένη
αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.

Ἀγαμέμνων

καὶ δὴ τίν᾽ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;

Ἑκάβη

οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. —
760ὁρᾷς νεκρὸν τόνδ᾽, οὗ καταστάζω δάκρυ;

Ἀγαμέμνων

ὁρῶ: τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.

Ἑκάβη

τοῦτόν ποτ᾽ ἔτεκον κἄφερον ζώνης ὕπο.

Ἀγαμέμνων

ἔστιν δὲ τίς σῶν οὗτος, τλῆμον, τέκνων;

Ἑκάβη

οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ᾽ Ἰλίῳ.

Ἀγαμέμνων

765 γάρ τιν᾽ ἄλλον ἔτεκες κείνους, γύναι;

Ἑκάβη

ἀνόνητά γ᾽, ὡς ἔοικε, τόνδ᾽ ὃν εἰσορᾷς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: