previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
1265ἴσαι δέ σ᾽ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ
ψῆφοι τεθεῖσαι: Λοξίας γὰρ αἰτίαν
ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ᾽ ἀεί.
1270δειναὶ μὲν οὖν θεαὶ τῷδ᾽ ἄχει πεπληγμέναι
πάγον παρ᾽ αὐτὸν χάσμα δύσονται χθονός,
σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον:
σὲ δ᾽ Ἀρκάδων χρὴ πόλιν ἐπ᾽ Ἀλφειοῦ ῥοαῖς
οἰκεῖν Λυκαίου πλησίον σηκώματος:
1275ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.

σοὶ μὲν τάδ᾽ εἶπον: τόνδε δ᾽ Αἰγίσθου νέκυν
Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.
μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,
1280Ἑλένη τε θάψει: Πρωτέως γὰρ ἐκ δόμων
ἥκει λιποῦσ᾽ Αἴγυπτον οὐδ᾽ ἦλθεν Φρύγας:
Ζεὺς δ᾽, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
εἴδωλον Ἑλένης ἐξέπεμψ᾽ ἐς Ἴλιον.
Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτ᾽ ἔχων
1285Ἀχαιίδος γῆς οἴκαδ᾽ ἐσπορευέτω,
καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος:
σὺ δ᾽ Ἰσθμίας γῆς αὐχέν᾽ ἐμβαίνω ποδὶ
χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
1290πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου
εὐδαιμονήσεις τῶνδ᾽ ἀπαλλαχθεὶς πόνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: