previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

εἶἑν: φίλας μὲν ἡδονὰς ἀσπασμάτων
ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.
σὺ δ᾽, γεραιέκαίριος γὰρ ἤλυθες
λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;
600μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;
ἔστιν τί μοι κατ᾽ Ἄργος εὐμενὲς φίλων;
πάντ᾽ ἀνεσκευάσμεθ᾽, ὥσπερ αἱ τύχαι;
τῷ ξυγγένωμαι; νύχιος καθ᾽ ἡμέραν;
ποίαν ὁδὸν τραπώμεθ᾽ εἰς ἐχθροὺς ἐμούς;

Πρέσβυς

605 τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
σὺ δ᾽ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις
οὐδ᾽ ἐλλέλοιπας ἐλπίδ᾽ἴσθι μου κλύων,
610ἐν χειρὶ τῇ σῇ πάντ᾽ ἔχεις καὶ τῇ τύχῃ,
πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.

Ὀρέστης

τί δῆτα δρῶντες τοῦδ᾽ ἂν ἐξικοίμεθα;

Πρέσβυς

κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.

Ὀρέστης

ἥκω 'πὶ τόνδε στέφανον: ἀλλὰ πῶς λάβω;

Πρέσβυς

615τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ᾽ ἂν εἰ θέλοις.

Ὀρέστης

φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;

Πρέσβυς

ἔγνως: φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.

Ὀρέστης

εἶἑν: σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.

Πρέσβυς

κἀμοῦ γ᾽ ἄκουσον: ἄρτι γάρ μ᾽ ἐσῆλθέ τι.

Ὀρέστης

620ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ᾽ ἐγώ.

Πρέσβυς

Αἴγισθον εἶδον, ἡνίχ᾽ εἷρπον ἐνθάδε.

Ὀρέστης

προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;

Πρέσβυς

ἀγρῶν πέλας τῶνδ᾽ ἱπποφορβίων ἔπι.

Ὀρέστης

τί δρῶνθ᾽; ὁρῶ γὰρ ἐλπίδ᾽ ἐξ ἀμηχάνων.

Πρέσβυς

625Νύμφαις ἐπόρσυν᾽ ἔροτιν, ὡς ἔδοξέ μοι.

Ὀρέστης

τροφεῖα παίδων πρὸ μέλλοντος τόκου;

Πρέσβυς

οὐκ οἶδα πλὴν ἕν: βουσφαγεῖν ὡπλίζετο.

Ὀρέστης

πόσων μετ᾽ ἀνδρῶν; μόνος δμώων μέτα;

Πρέσβυς

οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.

Ὀρέστης

630οὔ πού τις ὅστις γνωριεῖ μ᾽ ἰδών, γέρον;

Πρέσβυς

δμῶες μέν εἰσιν, οἳ σέ γ᾽ οὐκ εἶδόν ποτε.

Ὀρέστης

ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;

Πρέσβυς

δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.

Ὀρέστης

πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;

Πρέσβυς

635στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.

Ὀρέστης

ὁδὸν παρ᾽ αὐτήν, ὡς ἔοικ᾽, ἀγροὺς ἔχει;

Πρέσβυς

ὅθεν γ᾽ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.

Ὀρέστης

πικρόν γε συνθοινάτορ᾽, ἢν θεὸς θέλῃ.

Πρέσβυς

τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.

Ὀρέστης

640καλῶς ἔλεξας. — τεκοῦσα δ᾽ ἐστὶ ποῦ;

Πρέσβυς

Ἄργει: παρέσται δ᾽ οὖν πόσει θοίνην ἔπι.

Ὀρέστης

τί δ᾽ οὐχ ἅμ᾽ ἐξωρμᾶτ᾽ ἐμὴ μήτηρ πόσει;

Πρέσβυς

ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.

Ὀρέστης

ξυνῆχ᾽: ὕποπτος οὖσα γιγνώσκει πόλει.

Πρέσβυς

645τοιαῦτα: μισεῖται γὰρ ἀνόσιος γυνή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 668
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.pos=2.2
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: