previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τεῦκρος

τίς τῶνδ᾽ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
70βασίλειά τ᾽ ἀμφιβλήματ᾽ εὔθριγκοί θ᾽ ἕδραι.
ἔα:
θεοί, τίν᾽ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ
γυναικὸς εἰκὼ φόνιον, μ᾽ ἀπώλεσεν
πάντας τ᾽ Ἀχαιούς. θεοί σ᾽, ὅσον μίμημ᾽ ἔχεις
75Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ 'ν ξένῃ
γαίᾳ πόδ᾽ εἶχον, τῷδ᾽ ἂν εὐστόχῳ πτερῷ
ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.

Ἑλένη

τί δ᾽, ταλαίπωρ᾽ὅστις ὤν μ᾽ ἀπεστράφης
καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;

Τεῦκρος

80ἥμαρτον: ὀργῇ δ᾽ εἶξα μᾶλλον με χρῆν:
μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
σύγγνωθι δ᾽ ἡμῖν τοῖς λελεγμένοις, γύναι.

Ἑλένη

τίς δ᾽ εἶ; πόθεν γῆς τῆσδ᾽ ἐπεστράφης πέδον;

Τεῦκρος

εἷς τῶν Ἀχαιῶν, γύναι, τῶν ἀθλίων.

Ἑλένη

85οὐ τἄρα σ᾽ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
ἀτὰρ τίς εἶ πόθεν; τίνος δ᾽ αὐδᾶν σε χρή;

Τεῦκρος

ὄνομα μὲν ἡμῖν Τεῦκρος, δὲ φύσας πατὴρ
Τελαμών, Σαλαμὶς δὲ πατρὶς θρέψασά με.

Ἑλένη

τί δῆτα Νείλου τούσδ᾽ ἐπιστρέφῃ γύας;

Τεῦκρος

90φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.

Ἑλένη

τλήμων ἂν εἴης: τίς δέ σ᾽ ἐκβάλλει πάτρας;

Τεῦκρος

Τελαμὼν φύσας. τίν᾽ ἂν ἔχοις μᾶλλον φίλον;

Ἑλένη

ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.

Τεῦκρος

Αἴας μ᾽ ἀδελφὸς ὤλεσ᾽ ἐν Τροίᾳ θανών.

Ἑλένη

95πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;

Τεῦκρος

οἰκεῖον αὐτὸν ὤλεσ᾽ ἅλμ᾽ ἐπὶ ξίφος.

Ἑλένη

μανέντ᾽; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδ᾽ ἄν;

Τεῦκρος

τὸν Πηλέως τιν᾽ οἶσθ᾽ Ἀχιλλέα γόνον;

Ἑλένη

ναί:
μνηστήρ ποθ᾽ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.

Τεῦκρος

100θανὼν ὅδ᾽ ὅπλων ἔριν ἔθηκε συμμάχοις.

Ἑλένη

καὶ δὴ τί τοῦτ᾽ Αἴαντι γίγνεται κακόν;

Τεῦκρος

ἄλλου λαβόντος ὅπλ᾽ ἀπηλλάχθη βίου.

Ἑλένη

σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;

Τεῦκρος

ὁθούνεκ᾽ αὐτῷ γ᾽ οὐ ξυνωλόμην ὁμοῦ.

Ἑλένη

105ἦλθες γάρ, ξέν᾽, Ἰλίου κλεινὴν πόλιν;

Τεῦκρος

καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.

Ἑλένη

ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;

Τεῦκρος

ὥστ᾽ οὐδ᾽ ἴχνος γε τειχέων εἶναι σαφές.

Ἑλένη

τλῆμον Ἑλένη, διὰ σ᾽ ἀπόλλυνται Φρύγες.

Τεῦκρος

110καὶ πρός γ᾽ Ἀχαιοί: μεγάλα δ᾽ εἴργασται κακά.

Ἑλένη

πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;

Τεῦκρος

ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.

Ἑλένη

χρόνον δ᾽ ἐμείνατ᾽ ἄλλον ἐν Τροίᾳ πόσον;

Τεῦκρος

πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: