previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἥρα δὲ μεμφθεῖσ᾽ οὕνεκ᾽ οὐ νικᾷ θεάς,
ἐξηνέμωσε τἄμ᾽ Ἀλεξάνδρῳ λέχη,
δίδωσι δ᾽ οὐκ ἔμ᾽, ἀλλ᾽ ὁμοιώσασ᾽ ἐμοὶ
εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσ᾽ ἄπο,
35Πριάμου τυράννου παιδί: καὶ δοκεῖ μ᾽ ἔχειν
κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δ᾽ αὖ Διὸς
βουλεύματ᾽ ἄλλα τοῖσδε συμβαίνει κακοῖς:
πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
40πλήθους τε κουφίσειε μητέρα χθόνα
γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
Φρυγῶν δ᾽ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
τὸ δ᾽ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
λαβὼν δέ μ᾽ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
45νεφέλῃ καλύψαςοὐ γὰρ ἠμέλησέ μου
Ζεύςτόνδ᾽ ἐς οἶκον Πρωτέως ἱδρύσατο,
πάντων προκρίνας σωφρονέστατον βροτῶν,
ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
κἀγὼ μὲν ἐνθάδ᾽ εἴμ᾽, δ᾽ ἄθλιος πόσις
50στράτευμ᾽ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
ψυχαὶ δὲ πολλαὶ δι᾽ ἔμ᾽ ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον: δὲ πάντα τλᾶσ᾽ ἐγὼ
κατάρατός εἰμι καὶ δοκῶ προδοῦσ᾽ ἐμὸν
55πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
τί δῆτ᾽ ἔτι ζῶ; θεοῦ τόδ᾽ εἰσήκουσ᾽ ἔπος
Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
οὐκ ἦλθον, ἵνα μὴ λέκτρ᾽ ὑποστρώσω τινί.
60ἕως μὲν οὖν φῶς ἡλίου τόδ᾽ ἔβλεπεν
Πρωτεύς, ἄσυλος γάμων: ἐπεὶ δὲ γῆς
σκότῳ κέκρυπται, παῖς τοῦ τεθνηκότος
θηρᾷ γαμεῖν με. τὸν πάλαι δ᾽ ἐγὼ πόσιν
τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
65ἱκέτις, ἵν᾽ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,
ὡς, εἰ καθ᾽ Ἑλλάδ᾽ ὄνομα δυσκλεὲς φέρω,
μή μοι τὸ σῶμά γ᾽ ἐνθάδ᾽ αἰσχύνην ὄφλῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: