previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τειρεσίας

ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν:
δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν
σφάξαι Μενοικέα τόνδε δεῖ σ᾽ ὑπὲρ πάτρας,
σὸν παῖδ᾽, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.

Κρέων

915τί φῄς; τίν᾽ εἶπας τόνδε μῦθον, γέρον;

Τειρεσίας

ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν.

Κρέων

πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά.

Τειρεσίας

σοί γ᾽, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.

Κρέων

οὐκ ἔκλυον, οὐκ ἤκουσα: χαιρέτω πόλις.

Τειρεσίας

920ἁνὴρ ὅδ᾽ οὐκέθ᾽ αὑτός: ἐκνεύει πάλιν.

Κρέων

χαίρων ἴθ᾽: οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.

Τειρεσίας

ἀπόλωλεν ἀλήθει᾽, ἐπεὶ σὺ δυστυχεῖς;

Κρέων

πρός σε γονάτων καὶ γερασμίου τριχὸς

Τειρεσίας

τί προσπίτνεις με; δυσφύλακτ᾽ αἰτῇ κακά.

Κρέων

925σίγα: πόλει δὲ τούσδε μὴ λέξῃς λόγους.

Τειρεσίας

ἀδικεῖν κελεύεις μ᾽: οὐ σιωπήσαιμεν ἄν.

Κρέων

τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;

Τειρεσίας

ἄλλοις μελήσει ταῦτ᾽, ἐμοὶ δ᾽ εἰρήσεται.

Κρέων

ἐκ τοῦ δ᾽ ἐμοὶ τόδ᾽ ἦλθε καὶ τέκνῳ κακόν;

Τειρεσίας

930ὀρθῶς μ᾽ ἐρωτᾷς κεἰς ἀγῶν᾽ ἔρχῃ λόγων.
δεῖ τόνδε θαλάμαις, οὗ δράκων γηγενὴς
ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς
Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
935ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον.
καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ᾽ Ἄρη.
χθὼν δ᾽ ἀντὶ καρποῦ καρπὸν ἀντί θ᾽ αἵματος
αἷμ᾽ ἢν λάβῃ βρότειον, ἕξετ᾽ εὐμενῆ
γῆν, ποθ᾽ ἡμῖν χρυσοπήληκα στάχυν
940σπαρτῶν ἀνῆκεν: ἐκ γένους δὲ δεῖ θανεῖν
τοῦδ᾽, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.

σὺ δ᾽ ἐνθάδ᾽ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους
ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τ᾽ ἄπο,
οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι
945σφαγὰς ἀπείργουσ᾽. οὐ γάρ ἐστιν ᾔθεος:
κεἰ μὴ γὰρ εὐνῆς ἥψατ᾽, ἀλλ᾽ ἔχει λέχος.
οὗτος δὲ πῶλος τῇδ᾽ ἀνειμένος πόλει
θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν.
πικρὸν δ᾽ Ἀδράστῳ νόστον Ἀργείοισί τε
950θήσει, μέλαιναν κῆρ᾽ ἐπ᾽ ὄμμασιν βαλών,
κλεινάς τε Θήβας. τοῖνδ᾽ ἑλοῦ δυοῖν πότμοιν
τὸν ἕτερον: γὰρ παῖδα σῷσον πόλιν.

τὰ μὲν παρ᾽ ἡμῶν πάντ᾽ ἔχεις: ἡγοῦ, τέκνον,
πρὸς οἶκον. ὅστις δ᾽ ἐμπύρῳ χρῆται τέχνῃ,
955μάταιος: ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ,
πικρὸς καθέστηχ᾽ οἷς ἂν οἰωνοσκοπῇ:
ψευδῆ δ᾽ ὑπ᾽ οἴκτου τοῖσι χρωμένοις λέγων
ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον
χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1-150
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: