previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διονυσος

1330δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ
ἐκθηριωθεῖσ᾽ ὄφεος ἀλλάξει τύπον,
ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
ἐλᾷς μετ᾽ ἀλόχου, βαρβάρων ἡγούμενος.
1335πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι
πόλεις: ὅταν δὲ Λοξίου χρηστήριον
διαρπάσωσι, νόστον ἄθλιον πάλιν
σχήσουσι: σὲ δ᾽ Ἄρης Ἁρμονίαν τε ῥύσεται
μακάρων τ᾽ ἐς αἶαν σὸν καθιδρύσει βίον.
1340

ταῦτ᾽ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω
Διόνυσος, ἀλλὰ Ζηνός: εἰ δὲ σωφρονεῖν
ἔγνωθ᾽, ὅτ᾽ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
εὐδαιμονεῖτ᾽ ἂν σύμμαχον κεκτημένοι.

Κάδμος

Διόνυσε, λισσόμεσθά σ᾽, ἠδικήκαμεν.

Διόνυσος

1345ὄψ᾽ ἐμάθεθ᾽ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.

Κάδμος

ἐγνώκαμεν ταῦτ᾽: ἀλλ᾽ ἐπεξέρχῃ λίαν.

Διόνυσος

καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.

Κάδμος

ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.

Διόνυσος

πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.

Ἀγαύη

1350αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.

Διόνυσος

τί δῆτα μέλλεθ᾽ ἅπερ ἀναγκαίως ἔχει;

Κάδμος

τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν
πάντες, σύ θ᾽ τάλαινα σύγγονοί τε σαί,
ἐγώ θ᾽ τλήμων: βαρβάρους ἀφίξομαι
1355γέρων μέτοικος: ἔτι δέ μοι τὸ θέσφατον
ἐς Ἑλλάδ᾽ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
καὶ τὴν Ἄρεως παῖδ᾽ Ἁρμονίαν, δάμαρτ᾽ ἐμήν,
δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν
ἄξω 'πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
1360ἡγούμενος λόγχαισιν: οὐδὲ παύσομαι
κακῶν τλήμων, οὐδὲ τὸν καταιβάτην
Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.

Ἀγαύη

πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.

Κάδμος

τί μ᾽ ἀμφιβάλλεις χερσίν, τάλαινα παῖ,
1365ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;

Ἀγαύη

ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;

Κάδμος

οὐκ οἶδα, τέκνον: μικρὸς ἐπίκουρος πατήρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: