previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διόνυσος

810.
βούλῃ σφ᾽ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;

Πενθεύς

μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.

Διόνυσος

τί δ᾽ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;

Πενθεύς

λυπρῶς νιν εἰσίδοιμ᾽ ἂν ἐξῳνωμένας.

Διόνυσος

815ὅμως δ᾽ ἴδοις ἂν ἡδέως σοι πικρά;

Πενθεύς

σάφ᾽ ἴσθι, σιγῇ γ᾽ ὑπ᾽ ἐλάταις καθήμενος.

Διόνυσος

ἀλλ᾽ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.

Πενθεύς

ἀλλ᾽ ἐμφανῶς: καλῶς γὰρ ἐξεῖπας τάδε.

Διόνυσος

ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;

Πενθεύς

820ἄγ᾽ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.

Διόνυσος

στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.

Πενθεύς

τί δὴ τόδ᾽; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;

Διόνυσος

μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.

Πενθεύς

εὖ γ᾽ εἶπας αὖ τόδ᾽: ὥς τις εἶ πάλαι σοφός.

Διόνυσος

825Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.

Πενθεύς

πῶς οὖν γένοιτ᾽ ἂν σύ με νουθετεῖς καλῶς;

Διόνυσος

ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.

Πενθεύς

τίνα στολήν; θῆλυν; ἀλλ᾽ αἰδώς μ᾽ ἔχει.

Διόνυσος

οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.

Πενθεύς

830στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ᾽ ἐμὸν βαλεῖν;

Διόνυσος

κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.

Πενθεύς

τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;

Διόνυσος

πέπλοι ποδήρεις: ἐπὶ κάρᾳ δ᾽ ἔσται μίτρα.

Πενθεύς

καί τι πρὸς τοῖσδ᾽ ἄλλο προσθήσεις ἐμοί;

Διόνυσος

835θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.

Πενθεύς

οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.

Διόνυσος

ἀλλ᾽ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.

Πενθεύς

ὀρθῶς: μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.

Διόνυσος

σοφώτερον γοῦν κακοῖς θηρᾶν κακά.

Πενθεύς

840καὶ πῶς δι᾽ ἄστεως εἶμι Καδμείους λαθών;

Διόνυσος

ὁδοὺς ἐρήμους ἴμεν: ἐγὼ δ᾽ ἡγήσομαι.

Πενθεύς

πᾶν κρεῖσσον ὥστε μὴ 'γγελᾶν βάκχας ἐμοί.
ἐλθόντ᾽ ἐς οἴκους ... ἃν δοκῇ βουλεύσομαι.

Διόνυσος

ἔξεστι: πάντῃ τό γ᾽ ἐμὸν εὐτρεπὲς πάρα.

Πενθεύς

845στείχοιμ᾽ ἄν: γὰρ ὅπλ᾽ ἔχων πορεύσομαι
τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.

Διόνυσος

γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.

Διόνυσε, νῦν σὸν ἔργον: οὐ γὰρ εἶ πρόσω:
850τεισώμεθ᾽ αὐτόν. πρῶτα δ᾽ ἔκστησον φρενῶν,
ἐνεὶς ἐλαφρὰν λύσσαν: ὡς φρονῶν μὲν εὖ
οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
ἔξω δ᾽ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
855γυναικόμορφον ἀγόμενον δι᾽ ἄστεως
ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
ἀλλ᾽ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
Πενθεῖ προσάψων: γνώσεται δὲ τὸν Διὸς
860Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός,
δεινότατος, ἀνθρώποισι δ᾽ ἠπιώτατος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 801
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: