previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄγγελος Ποιμήν

ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
265εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.

Ἕκτωρ

πόλλ᾽ ἀγρώταις σκαιὰ πρόσκειται φρενί:
καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
ἥκειν ἔοικας ἀγγελῶν ἵν᾽ οὐ πρέπει.
οὐκ οἶσθα δῶμα τοὐμὸν θρόνους πατρός,
270οἷ χρῆν γεγωνεῖν σ᾽ εὐτυχοῦντα ποίμνια;

Ἄγγελος

σκαιοὶ βοτῆρές ἐσμεν: οὐκ ἄλλως λέγω.
ἀλλ᾽ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.

Ἕκτωρ

παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας:
μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.

Ἄγγελος

275τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα:
ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ.

Ἕκτωρ

ποίας πατρῴας γῆς ἐρημώσας πέδον;

Ἄγγελος

Θρῄκης: πατρὸς δὲ Στρυμόνος κικλήσκεται.

Ἕκτωρ

280Ῥῆσον τιθέντ᾽ ἔλεξας ἐν Τροίᾳ πόδα;

Ἄγγελος

ἔγνως: λόγου δὲ δὶς τόσου μ᾽ ἐκούφισας.

Ἕκτωρ

καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
πλαγχθεὶς πλατείας πεδιάδος θ᾽ ἁμαξιτοῦ;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 620
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: