previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλέξανδρος

σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σε χρῆν;
ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
645 κλῶπες ἄνδρες κατάσκοποί τινες.

Ἀθήνα

θάρσει: φυλάσσει σ᾽ ἥδε πρευμενὴς Κύπρις.
μέλει δ᾽ σός μοι πόλεμος, οὐδ᾽ ἀμνημονῶ
τιμῆς, ἐπαινῶ δ᾽ εὖ παθοῦσα πρὸς σέθεν.
καὶ νῦν ἐπ᾽ εὐτυχοῦντι Τρωικῷ στρατῷ
650ἥκω πορεύουσ᾽ ἄνδρα σοι μέγαν φίλον,
τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς
Μούσης: πατρὸς δὲ Στρυμόνος κικλήσκεται.

Ἀλέξανδρος

αἰεί ποτ᾽ εὖ φρονοῦσα τυγχάνεις πόλει
κἀμοί, μέγιστον δ᾽ ἐν βίῳ κειμήλιον
655κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει.
ἥκω δ᾽ ἀκούσας οὐ τορῶςφήμη δέ τις
φύλαξιν ἐμπέπτωκενὡς κατάσκοποι
ἥκουσ᾽ Ἀχαιῶν. χὣ μὲν οὐκ ἰδὼν λέγει,
δ᾽ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι:
660ὧν οὕνεκ᾽ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.

Ἀθήνα

μηδὲν φοβηθῇς: οὐδὲν ἐν στρατῷ νέον:
Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.

Ἀλέξανδρος

σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
τάξιν φυλάξων εἶμ᾽ ἐλεύθερος φόβου.

Ἀθήνα

665χώρει: μέλειν γὰρ πάντ᾽ ἐμοὶ δόκει τὰ σά,
ὥστ᾽ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.
γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
ὑμᾶς δ᾽ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
670κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης,
ἵπποι τ᾽ ἔχονται, πολέμιοι δ᾽ ᾐσθημένοι
χωροῦσ᾽ ἐφ᾽ ὑμᾶς: ἀλλ᾽ ὅσον τάχιστα χρὴ
φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε
σκηπτοῦ 'πιόντος πολεμίων σῷσαι βίον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: