previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Νομᾶς ἐκλείπων τὰς ἐν ἄστει διατριβὰς ἀγραυλεῖν τὰ πολλὰ καὶ πλανᾶσθαι μόνος ἤθελεν, ἐν ἄλσεσι θεῶν καὶ λειμῶσιν ἱεροῖς καὶ τόποις ἐρήμοις ποιούμενος τὴν δίαιταν. ὅθεν οὐχ ἥκιστα τὴν ἀρχὴν περὶ τῆς θεᾶς ἔλαβε λόγος, ὡς ἄρα Νομᾶς ἐκεῖνος οὐκ ἀδημονίᾳ τινὶ ψυχῆς καὶ πλάνῃ τὸν μετὰ ἀνθρώπων ἀπολέλοιπε βίον, [2] ἀλλὰ σεμνοτέρας γεγευμένος ὁμιλίας καὶ γάμων θείων ἠξιωμένος, Ἠγερίᾳ δαίμονι συνὼν ἐρώσῃ καὶ συνδιαιτώμενος, εὐδαίμων ἀνήρ καὶ τὰ θεῖα πεπνυμένος γέγονεν. ὅτι μὲν οὖν ταῦτα πολλοῖς τῶν πάνυ παλαιῶν μύθων ἔοικεν, οὓς οἱ Φρύγες τε περὶ Ἄττεω καὶ Βιθυνοὶ περὶ Ἡροδότου καὶ περὶ Ἐνδυμίωνος Ἀρκάδες ἄλλοι τε περὶ ἄλλων εὐδαιμόνων δή τινων καὶ θεοφιλῶν γενέσθαι δοκούντων παραλαβόντες ἠγάπησαν, οὐκ ἄδηλόν ἔστι. [3] καί που λόγον ἔχει τὸν θεόν, οὐ φίλιππον οὐδὲ φίλορνιν, ἀλλὰ φιλάνθρωπον ὄντα, τοῖς διαφερόντως ἀγαθοῖς ἐθέλειν συνεῖναι, καὶ μὴ δυσχεραίνειν μηδὲ ἀτιμάζειν ἀνδρὸς ὁσίου [p. 318] καὶ σώφρονος ὁμιλίαν. ὡς δὲ καὶ σώματος ἀνθρωπίνου καὶ ὥρας ἐστί τις θεῷ καὶ δαίμονι κοινωνία καὶ χάρις, ἔργον ἤδη καὶ τοῦτο πεισθῆναι.

[4] καίτοι δοκοῦσιν οὐκ ἀπιθάνως Αἰγύπτιοι διαιρεῖν ὡς γυναικὶ μὲν οὐκ ἀδύνατον πνεῦμα πλησιάσαι θεοῦ καί τινας ἐντεκεῖν ἀρχὰς γενέσεως, ἀνδρὶ δὲ οὐκ ἔστι σύμμιξις πρὸς θεὸν οὐδὲ ὁμιλία σώματος. ἀγνοοῦσι δὲ ὅτι τὸ μιγνύμενον μίγνυται τὴν ἴσην ἀνταποδίδωσι κοινωνίαν. οὐ μὴν ἀλλὰ φιλίαν γε πρὸς ἄνθρωπον εἶναι θεῷ καὶ τὸν ἐπὶ ταύτῃ λεγόμενον ἔρωτα καὶ φυόμενον εἰς ἐπιμέλειαν ἤθους καὶ ἀρετῆς, πρέπον ἂν εἴη. [5] καὶ οὐ πλημμελοῦσιν οἱ τὸν Φόρβαντα καὶ τὸν Ὑάκινθον καὶ τὸν Ἄδμητον ἐρωμένους Ἀπόλλωνος γεγονέναι μυθολογοῦντες, ὥσπερ αὖ καὶ τὸν Σικυώνιον Ἱππόλυτον, δὴ καί φασιν, ὁσάκις τύχοι διαπλέων εἰς Κίρραν ἐκ Σικυῶνος, τὴν Πυθίαν, οἷον αἰσθανομένου τοῦ θεοῦ καὶ χαίροντος, ἀποθεσπίζειν τόδε τὸ ἡρῷον

καὶ δ̓ αὖθ᾽ Ἱππολύτοιο φίλον κάρα εἰς ἅλα βαίνει.
[6] Πινδάρου δὲ καὶ τῶν μελῶν ἐραστὴν γενέσθαι τὸν Πᾶνα μυθολογοῦσιν. ἀπέδωκε δέ τινα τιμὴν καὶ Ἀρχιλόχῳ καὶ Ἡσιόδῳ τελευτήσασι διὰ τὰς Μούσας τὸ δαιμόνιον. Σοφοκλεῖ δὲ καὶ ζῶντι [p. 320] τὸν Ἀσκληπιὸν ἐπιξενωθῆναι λόγος ἐστὶ πολλὰ μέχρι δεῦρο διασώζων τεκμήρια, καὶ τελευτήσαντι τυχεῖν ταφῆς ἄλλος θεός, ὡς λέγεται, παρέσχεν. [7] ἆρα οὖν ἄξιὸν ἔστι, ταῦτα συγχωροῦντας ἐπὶ τούτων, ἀπιστεῖν εἰ Ζαλεύκῳ καὶ Μίνῳ καὶ Ζωροάστρῃ καὶ Νομᾷ καὶ Λυκούργῳ βασιλείας κυβερνῶσι καὶ πολιτείας διακοσμοῦσιν εἰς τὸ αὐτὸ ἐφοίτα τὸ δαιμόνιον, τούτοις μὲν εἰκὸς ἔστι καὶ σπουδάζοντας θεοὺς ὁμιλεῖν ἐπὶ διδασκαλίᾳ καὶ παραινέσει τῶν βελτίστων, ποιηταῖς δὲ καὶ λυρικοῖς μινυρίζουσιν, εἴπερ ρ ἄρα, χρῆσθαι παίζοντας; [8] εἰ δὲ λέγει τις ἄλλως, κατὰ Βακχυλίδην, ‘πλατεῖα κέλευθος.’ οὐδὲ γὰρ ἅτερος λόγος ἔχει τι φαῦλον, ὃν περὶ Λυκούργου καὶ Νομᾶ καὶ τοιούτων ἄλλων ἀνδρῶν λέγουσιν, ὡς δυσκάθεκτα καὶ δυσάρεστα πλήθη χειρούμενοι καὶ μεγάλας ς ἐπιφέροντες ταῖς πολιτείαις καινοτομίας, προσεποιήσαντο τὴν ἀπὸ τοῦ θεοῦ δόξαν, αὐτοῖς ἐκείνοις πρὸς οὓς ἐσχηματίζοντο σωτήριον οὖσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (15 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: