previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ψηφισαμένης δὲ τῆς συγκλήτου μόνῳ Μαρκέλλῳ θρίαμβον, εἰσήλαυνε τῇ μὲν ἄλλῃ λαμπρότητι καὶ πλούτῳ καὶ λαφύροις καὶ σώμασιν ὑπερφυέσιν αἰχμαλώτων ἐν ὀλίγοις θαυμαστός, ἥδιστον δὲ πάντων θέαμα καὶ καινότατον ἐπιδεικνύμενος αὑτὸν κομίζοντα τῷ θεῷ τὴν τοῦ βαρβάρου πανοπλίαν. [2] δρυὸς γὰρ εὐκτεάνου πρέμνον ὄρθιον καὶ μέγα τεμών καὶ ἀσκήσας ὥσπερ τρόπαιον ἀνεδήσατο καὶ κατήρτησεν ἐξ αὐτοῦ τὰ λάφυρα, κόσμῳ διαθεὶς καὶ περιαρμόσας ἕκαστον. προϊούσης δὲ τῆς πομπῆς ἀράμενος αὐτὸς ἐπέβη [p. 454] τοῦ τεθρίππου, καὶ τροπαιοφόρον ἄγαλμα τῶν ἐπ᾽ ἐκείνου κάλλιστον καὶ διαπρεπέστατον ἐπόμπευε διὰ τῆς πόλεως, δὲ στρατὸς εἵπετο καλλίστοις ὅπλοις κεκοσμημένος, ᾁδων ἅμα πεποιημένα μέλη καὶ παιᾶνας ἐπινικίους εἷς τὸν θεὸν καὶ τὸν στρατηγόν, [3] οὕτω δὲ προβὰς καὶ παρελθὼν εἷς τὸν νεὼν τοῦ Φερετρίου Διός, ἀνέστησε καὶ καθιέρωσε, τρίτος καὶ τελευταῖος ἄχρι τοῦ καθ᾽ ἡμᾶς αἰῶνος, πρῶτος μὲν γὰρ ἀνήνεγκε σκῦλα Ῥωμύλος ἀπὸ Ἄκρωνος τοῦ Καινινήτου, δεύτερος δὲ Κόσσος Κορνήλιος ἀπὸ Τολουμνίου Τυρρηνοῦ, μετὰ δὲ τούτους Μάρκελλος ἀπὸ Βριτομάτου, βασιλέως Γαλατῶν, μετὰ δὲ Μάρκελλον οὐδὲ εἷς, [4] καλεῖται δὲ μὲν θεὸς πέμπεται Φερέτριος Ζεύς, ὡς μὲν ἔνιοί φασὶν, ἀπὸ τοῦ φερετρευομένου τροπαίου, κατὰ τὴν Ἑλληνίδα γλῶσσαν ἔτι πολλὴν τότε συμμεμιγμένην τῇ Λατίνων, ὡς δὲ ἕτεροι, Διός ἐστιν προσωνυμία κεραυνοβολοῦντος. τὸ γὰρ τύπτειν φερῖρε οἱ Ῥωμαῖοι καλοῦσιν. ἄλλοι δὲ παρὰ τὴν τοῦ πολεμίου πληγὴν γεγονέναι τοὔνομα λέγουσι: καὶ γὰρ νῦν ἐν ταῖς μάχαις, ὅταν διώκωσι τοὺς πολεμίους, πυκνὸν τὸ φέρι, τουτέστι παῖε, παρεγγυῶσιν ἀλλήλοις. τὰ δὲ σκῦλα σπόλια μὲν κοινῶς, ἰδίως δὲ ὀπίμια ταῦτα καλοῦσι. [5] καίτοι φασὶν ἐν τοῖς ὑπομνήμασι Νομᾶν Πομπίλιον καὶ πρώτων ὀπιμίων καὶ δευτέρων καὶ τρίτων μνημονεύειν, τὰ μὲν πρῶτα ληφθέντα τῷ Φερετρίῳ Διῒ κελεύοντα καθιεροῦν, τὰ δεύτερα δὲ τῷ Ἄρει, τὰ δὲ τρίτα τῷ Κυρίνῳ, καὶ λαμβάνειν γέρας ἀσσάρια τριακόσια τὸν [p. 456] πρῶτον, τὸν δὲ δεύτερον διακόσια, τὸν δὲ τρίτον ἑκατόν, μέντοι πολὺς οὗτος ἐπικρατεῖ λόγος, ὡς ἐκείνων μόνων ὀπιμίων ὄντων, ὅσα καὶ παρατάξεως οὔσης καὶ πρῶτα καὶ στρατηγοῦ στρατηγὸν ἀνελόντος. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον.

[6] οἱ δὲ Ῥωμαῖοι τὴν νίκην ἐκείνην καὶ τοῦ πολέμου τὴν κατάλυσιν οὕτως ὑπερηγάπησαν ὥστε καὶ τῷ Πυθίῳ χρυσοῦν κρατῆρα ἀπὸ λιτρῶν1 ... εἷς Δελφοὺς ἀποστεῖλαι χαριστήριον, καὶ τῶν λαφύρων ταῖς τε συμμαχίσι μεταδοῦναι πόλεσι λαμπρῶς, καὶ πρὸς Ἱέρωνα πολλὰ πέμψαι, τὸν Συρακουσίων βασιλέα, φίλον ὄντα καὶ σύμμαχον.

1 ἀπὸ λιτρῶν Sintenis1, Coraës and Bekker: ἀπὸ λύτρων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: