previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τότε δ̓ οὖν εἷς Ἤπειρον ἐκπεσόντι τῷ Πύρρῳ καὶ προεμένῳ Μακεδονίαν μὲν τύχη παρεῖχε χρῆσθαι τοῖς παροῦσιν ἀπραγμόνως καὶ [p. 382] ζῆν ἐν εἰρήνῃ βασιλεύοντα τῶν οἰκείων: δὲ τὸ μὴ παρέχειν ἑτέροις κακὰ μηδὲ ἔχειν ὑφ᾽ ἑτέρων ἄλυν τινὰ ναυτιώδη νομίζων, ὥσπερ Ἀχιλλεὺς οὐκ ἔφερε τὴν σχολήν,
ἀλλὰ φθινύθεσκε φίλον κῆρ
αὖθι μένων, ποθέεσκε δ̓ ἀυτήν τε πτόλεμόν τε.
δεόμενος δ̓ οὖν ἔλαβε πραγμάτων καινῶν τοιαύτην ὑπόθεσιν. [2] Ῥωμαῖοι Ταραντίνοις ἐπολέμουν: οἱ δὲ μήτε φέρειν τὸν πόλεμον δυνάμενοι μήτε θέσθαι θρασύτητι καὶ μοχθηρίᾳ δημαγωγῶν, ἐβουλεύοντο ποιεῖσθαι Πύρρον ἡγεμόνα καὶ καλεῖν ἐπὶ τὸν πόλεμον ὡς σχολὴν ἄγοντα πλείστην τῶν βασιλέων καὶ στρατηγὸν ὄντα δεινότατον. τῶν δὲ πρεσβυτέρων καὶ νοῦν ἐχόντων πολιτῶν οἱ μὲν ἄντικρυς ἐνιστάμενοι πρὸς τὴν γνώμην ἐξέπιπτον ὑπὸ κραυγῆς καὶ βίας τῶν πολεμοποιῶν, οἱ δὲ ταῦτα ὁρῶντες ἀπέλειπον τὰς ἐκκλησίας. [3] εἷς δέ τις ἀνήρ ἐπιεικὴς, Μέτων ὄνομα, τῆς ἡμέρας ἐκείνης ἐν τὸ δόγμα κυροῦν ἔμελλον ἐνστάσης καὶ τοῦ δήμου καθεζομένου, λαβὼν στέφανον τῶν ἑώλων καὶ λαμπάδιον, ὥσπερ οἱ μεθύοντες, αὐλητρίδος ὑφηγουμένης αὐτῷ πρὸς τὴν ἐκκλησίαν ἐκώμαζεν. οἷα δὲ ἐν ὄχλῳ δημοκρατίας κόσμον οὐκ ἐχούσης οἱ μὲν ἐκρότουν ἰδόντες, οἱ δὲ ἐγέλων, ἐκώλυε δὲ οὐδείς, ἀλλὰ καὶ τὸ γύναιον αὐλεῖν κἀκεῖνον ᾄδειν ἐκέλευον εἷς μέσον 1 προελθόντα:2 καὶ τοῦτο ποιήσων ἐπίδοξος ἦν. [4] γενομένης δὲ σιωπῆς [p. 384]ἄνδρες,’ ἔφη, ‘Ταραντῖνοι, καλῶς ποιεῖτε παίζειν καὶ κωμάζειν, ἕως ἔξεστι, τοῖς βουλομένοις μὴ φθονοῦντες. ἐὰν δὲ σωφρονῆτε, καὶ πάντες ἀπολαύσετε ἔτι τῆς ἐλευθερίας, ὡς ἕτερα πράγματα καὶ βίον καὶ δίαιταν ἕξοντες ὅταν Πύρρος εἷς τὴν πόλιν παραγένηται.’ ταῦτα ῥηθέντα τοὺς πολλοὺς ἔπεισε τῶν Ταραντίνων, καὶ θροῦς διέδραμε τῆς ἐκκλησίας ὡς εὖ λεγομένων, [5] οἱ δὲ τοὺς Ῥωμαίους δεδιότες, μὴ γενομένης εἰρήνης ἐκδοθῶσι, τόν τε δῆμον ἐλοιδόρουν εἰ φέρει πράως ἐπικωμαζόμενος οὕτως ἀσελγῶς καὶ παροινούμένος, τόν τε Μέτωνα συστραφέντες ἐξέβαλον.

οὕτω δὲ τοῦ δόγματος κυρίου γενομένου πρέσβεις ἔπεμψαν εἷς Ἤπειρον, οὐχ αὑτῶν μόνον, ἀλλὰ καὶ τῶν Ἰταλιωτῶν, δῶρα τῷ Πύρρῳ κομίζοντας καὶ λέγοντας ὡς ἡγεμόνος ἔμφρονος [6] δέονται καὶ δόξαν ἔχοντος, δυνάμεις δὲ αὐτόθεν ὑπάρξουσι μεγάλαι παρά τε Λευκανῶν καὶ Μεσσαπίων καὶ Σαυνιτῶν καὶ Ταραντίνων εἷς δισμυρίους ἱππεῖς, πεζῶν δὲ ὁμοῦ πέντε καὶ τριάκοντα μυριάδας. ταῦτα οὐ μόνον αὐτὸν ἐπῆρε τὸν Πύρρον, ἀλλὰ καὶ τοῖς Ἠπειρώταις προθυμίαν ἐνέβαλε καὶ ὁρμὴν τῆς στρατείας.

1 εἰς μέσον with Blass and most MSS : μέσον.

2 προελθόντα Blass, after Reiske: προσελθόντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: