previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28.

ἤδη δὲ παντάπασι χαλεπὸς ὢν ὀργὴν διὰ τὴν μελαγχολίαν ἐπιτείνουσαν εἰς γῆρας, παρώξυνε τοὺς ἐφόρους καὶ συνέπεισε φῆναι φρουρὰν ἐπ᾽ αὐτούς, καὶ λαβὼν τὴν ἡγεμονίαν ἐξεστράτευσεν. ὕστερον δὲ καὶ Παυσανίαν τὸν βασιλέα μετὰ στρατιᾶς ἀπέστειλαν. [2] ἀλλὰ Παυσανίας μὲν κύκλῳ περιελθὼν διὰ τοῦ Κιθαιρῶνος ἐμβάλλειν ἔμελλεν εἰς τὴν Βοιωτίαν, Λύσανδρος δὲ διὰ Φωκέων ἀπήντα στρατιώτας ἔχων πολλούς: καὶ τὴν μὲν Ὀρχομενίων πόλιν ἑκουσίως προσχωρήσασαν ἔλαβε, τὴν δὲ Λεβάδειαν ἐπελθὼν διεπόρθησεν. ἔπεμψε δὲ τῷ Παυσανίᾳ γράμματα κελεύων εἰς Ἁλίαρτον ἐκ Πλαταιῶν συνάπτειν, ὡς αὐτὸς ἅμ᾽ ἡμέρᾳ πρὸς τοῖς τείχεσι τῶν Ἁλιαρτίων γενησόμενος. ταῦτα τὰ γράμματα πρὸς τοὺς Θηβαίους ἀπηνέχθη, τοῦ κομίζοντος εἰς κατασκόπους τινὰς ἐμπεσόντος. [3] οἱ δὲ προσβεβοηθηκότων αὐτοῖς Ἀθηναίων τὴν μὲν πόλιν ἐκείνοις διεπίστευσαν, αὐτοὶ δὲ περὶ πρῶτον ὕπνον ἐξορμήσαντες ἔφθασαν ὀλίγῳ τὸν Λύσανδρον ἐν Ἁλιάρτῳ γενόμενοι, καὶ μέρει τινὶ παρῆλθον εἰς τὴν πόλιν. ἐκεῖνος δὲ τὸ μὲν πρῶτον ἔγνω τὴν στρατιὰν ἱδρύσας ἐπὶ λόφου περιμένειν τὸν Παυσανίαν: ἔπειτα προϊούσης τῆς ἡμέρας ἀτρεμεῖν οὐ δυνάμενος, λαβὼν τὰ ὅπλα καὶ τοὺς συμμάχους παρορμήσας ὀρθίῳ τῇ φάλαγγι παρὰ τὴν ὁδὸν ἦγε πρὸς τὸ τεῖχος. [4] τῶν δὲ Θηβαίων οἱ μὲν ἔξω μεμενηκότες ἐν ἀριστερᾷ τὴν πόλιν λαβόντες ἐβάδιζον ἐπὶ τοὺς ἐσχάτους τῶν πολεμίων ὑπὸ τὴν κρήνην τὴν Κισσοῦσαν προσαγορευομένην, ἔνθα μυθολογοῦσι τὰς τιθήνας νήπιον ἐκ τῆς λοχείας ἀπολοῦσαι τὸν Διόνυσον: καὶ γὰρ οἰνωπὸν ἐπιστίλβει τὸ χρῶμα καὶ διαυγὲς καὶ πιεῖν ἥδιστον. οἱ δὲ Κρήσιοι στύρακες οὐ πρόσω περιπεφύκασιν, τεκμήρια τῆς Ῥαδαμάνθυος αὐτόθι κατοικήσεως Ἁλιάρτιοι ποιοῦνται, καὶ τάφον αὐτοῦ δεικνύουσιν Ἀλεᾶ καλοῦντες. [5] ἔστι δὲ καὶ τὸ τῆς Ἀλκμήνης μνημεῖον ἐγγύς: ἐνταῦθα γάρ, ὥς φασιν, ἐκηδεύθη συνοικήσασα Ῥαδαμάνθυϊ μετὰ τὴν Ἀμφιτρύωνος τελευτήν.

οἱ δὲ ἐν τῇ πόλει Θηβαῖοι μετὰ τῶν Ἁλιαρτίων συντεταγμένοι τέως μὲν ἡσύχαζον, ἐπεὶ δὲ τὸν Λύσανδρον ἅμα τοῖς πρώτοις προσπελάζοντα τῷ τείχει κατεῖδον, ἐξαπίνης ἀνοίξαντες τὰς πύλας καὶ προσπεσόντες αὐτόν τε μετὰ τοῦ μάντεως κατέβαλον καὶ τῶν ἄλλων ὀλίγους τινάς: οἱ γὰρ πλεῖστοι ταχέως ἀνέφυγον πρὸς τὴν φάλαγγα. [6] τῶν δὲ Θηβαίων οὐκ ἀνιέντων, ἀλλὰ προσκειμένων αὐτοῖς, ἐτράποντο πάντες ἀνὰ τοὺς λόφους φεύγειν, καὶ χίλιοι πίπτουσιν αὐτῶν. ἀπέθανον δὲ καὶ Θηβαίων τριακόσιοι πρὸς τὰ τραχέα καὶ καρτερὰ τοῖς πολεμίοις συνεκπεσόντες. οὗτοι δὲ ἦσαν ἐν αἰτίᾳ τοῦ λακωνίζειν, ἣν σπουδάζοντες ἀπολύσασθαι τοῖς πολίταις καὶ σφῶν αὐτῶν ἀφειδοῦντες ἐν τῇ διώξει παραναλώθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: