previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐλάσας δ᾽ ἄχρι Ταλαύρων, ἔνθεν ἡμέρᾳ τετάρτῃ πρότερον ἐφθάκει Μιθριδάτης εἰς Ἀρμενίαν πρὸς Τιγράνην πεφευγώς, ἀποτρέπεται, καταστρεψάμενος δὲ Χαλδαίους καὶ Τιβαρηνοὺς καὶ τὴν μικρὰν Ἀρμενίαν παραλαβών καὶ φρούρια καὶ πόλεις παραστησάμενος, Ἄππιον μὲν ἔπεμψε πρὸς Τιγράνην ἐξαιτῶν Μιθριδάτην, αὐτὸς δ᾽ ἧκε πρὸς Ἀμισὸν ἔτι πολιορκουμένην. [2] αἴτιος [p. 528] δ᾽ ἦν Καλλίμαχος στρατηγός ἐμπειρίᾳ μηχανικῆς παρασκευῆς καὶ δεινότητι πανουργίας, ὅσην πολιορκία δέχεται, πλεῖστα λυπήσας Ῥωμαίους: ὧν ὕστερον ἔδωκε δίκην. τότε δ᾽ ὑπὸ Λουκούλλου καταστρατηγηθείς, ὑφ᾽ ἣν ἔθος εἶχεν ὥραν τῆς ἡμέρας ἀπάγειν καὶ ἀναπαύειν τούς στρατιώτας, ἐν ἐκείνῃ προσβαλόντος αἰφνιδίως καὶ κατασχόντος οὐ πολὺ μέρος τοῦ τείχους, αὐτὸς ἐκλιπὼν τὴν πόλιν ὑφῆψεν, εἴτε φθονῶν ὠφεληθῆναι Ῥωμαίοις, εἴτε ῥᾳστώνην φυγῆς ἑαυτῷ μηχανώμενος, [3] οὐδεὶς γὰρ ἐφρόντιζε τῶν ἐκπλεόντων, ἀλλὰ ὡς φλὸξ ἀναδραμοῦσα πολλὴ τὰ τείχη περιέσχεν, οἱ μὲν στρατιῶται παρεσκευάζοντο πρὸς ἁρπαγήν, δὲ Λούκουλλος οἰκτείρων ἀπολλυμένην τὴν πόλιν ἔξωθεν ἐβοήθει πρὸς τὸ πῦρ καὶ σβεννύναι παρεκάλει, μηδενὸς αὐτῷ προσέχοντος, ἀλλ᾽ ἐξαιτουμένων τὰ χρήματα καὶ μετὰ βοῆς ὅπλα κρουόντων, ἕως ἐκβιασθεὶς ἐπέτρεψεν, ὡς αὐτήν γε τὴν πόλιν ἐξαιρησόμενος τοῦ πυρός. [4] οἱ δὲ τοὐναντίον ἔπραξαν, πάντα γὰρ ἐξερευνῶντες ὑπὸ λαμπάδων καὶ πανταχοῦ φῶς ἐπιφέροντες αὐτοὶ τὰ πλεῖστα τῶν οἰκημάτων καθεῖλον, ὥστε τὸν Λούκουλλον εἰσελθόντα μεθ᾽ ἡμέραν καὶ δακρύσαντα πρὸς τούς φίλους εἰπεῖν, ὡς πολλάκις ἤδη Σύλλαν μακαρίσας μάλιστα τῇ σήμερον ἡμέρᾳ τὴν τἀνδρὸς εὐτυχίαν θαυμάσειεν, ὅτι σῶσαι βουληθεὶς ἐδυνήθη τὰς Ἀθήνας. [5]ἐμὲ [p. 530] δ᾽,’ ἔφη, ‘τούτου ζηλωτὴν γενόμενον εἰς τὴν Μομμίου δόξαν δαίμων περιέστησεν.’

οὐ μὴν ἀλλ᾽ ἐκ τῶν παρόντων ἀναλαμβάνειν ἐπειρᾶτο τὴν πόλιν. καὶ τὸ μὲν πῦρ ὄμβροι κατέσβεσαν ἔκ τινος θείας τύχης περὶ τὴν ἅλωσιν αὐτήν συμπεσόντες, τὰ δὲ πλεῖστα τῶν ἀπολωλότων αὐτὸς ἔτι παρὼν ἀνῳκοδόμησε, καὶ τούς φεύγοντας Ἀμισηνῶν ἐδέξατο, καὶ τῶν ἄλλων Ἑλλήνων κατῴκισε τούς βουλομένους, εἴκοσι καὶ ἑκατὸν σταδίων χώραν προσορίσας. [6] ἦν δ᾽ πόλις Ἀθηναίων ἄποικος, ἐν ἐκείνοις ἄρα τοῖς καιροῖς, ἐν οἷς ἤκμαζεν δύναμις αὐτῶν καὶ κατεῖχε τὴν θάλασσαν, οἰκισθεῖσα. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν Ἀριστίωνος τυραννίδα βουλομένων φεύγειν εἰσπλεύσαντες αὐτοῦ κατῴκουν καὶ μετεῖχον τῆς πολιτείας, οἷς συνέβη τὰ οἰκεῖα κακὰ φεύγουσιν ἀπολαῦσαι τῶν ἀλλοτρίων, ἀλλὰ τούς γε σωθέντας αὐτῶν Λούκουλλος ἀμφιέσας καλῶς καὶ διακοσίας ἑκάστῳ δραχμὰς ἐπιδοὺς ἀπέστειλε. [7] τότε καὶ Τυραννίων γραμματικὸς ἑάλω Μουρήνας δ᾽ αὐτὸν ἐξῃτήσατο καὶ λαβὼν ἀπηλευθέρωσεν, ἀνελευθέρως τῇ δωρεᾷ χρησάμενος. οὐ γὰρ ἠξίου Λούκουλλος ἄνδρα διὰ παιδείαν ἐσπουδασμένον δοῦλον γενέσθαι πρότερον, εἶτ᾽ ἀπελεύθερον. ἀφαίρεσις γὰρ ἦν τῆς ὑπαρχούσης τῆς δοκούσης ἐλευθερίας δόσις. ἀλλὰ Μουρήνας μὲν οὐκ ἐνταῦθα μόνον ὤφθη πολὺ τῆς τοῦ στρατηγοῦ καλοκαγαθίας ἀποδέων. [p. 532]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: