previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτι δὲ μᾶλλον ἐφάνη τὸ γινόμενον τοῖς ἐκεῖ παροῦσι νεμεσητόν. οὔτε γὰρ τιμῆς Λούκουλλος οὔτε τιμωρίας τῶν ἐν πολέμῳ κύριος ὑπῆρχεν, οὐδ᾽ εἴα τινὰ Πομπήιος βαδίζειν πρὸς αὐτὸν οὐδὲ προσέχειν οἷς ἐκεῖνος ἔγραφε καὶ διένεμε μετὰ τῶν δέκα πρέσβεων, ἀλλ᾽ ἐκώλυεν ἐκτιθεὶς διαγράμματα καὶ φοβερὸς παρὼν ἀπὸ μείζονος δυνάμεως. [2] ὅμως δὲ ἔδοξε τοῖς φίλοις συναγαγεῖν αὐτούς καὶ συνῆλθον ἐν κώμῃ τινὶ τῆς Γαλατίας καὶ προσεῖπον ἀλλήλους φιλοφρόνως καὶ συνήσθησαν ἐπὶ τοῖς κατωρθωμένοις ἑκατέρῳ, πρεσβύτερος μὲν ὢν Λούκουλλος, ἀξίωμα δ᾽ ἦν τὸ Πομπηΐου μεῖζον ἀπὸ πλειόνων στρατηγιῶν καὶ δυεῖν θριάμβων. ῥάβδοι δ᾽ [p. 590] ἀμφοτέρων προηγοῦντο δαφνηφόροι διὰ τὰς νίκας. [3] καὶ τοῦ γε Πομπηίου μακρὰν ὁδὸν διὰ τόπων ἀνύδρων καὶ αὐχμηρῶν ὁδεύσαντος τὰς δάφνας ξηρὰς περικειμένας ταῖς ῥάβδοις ἰδόντες οἱ τοῦ Λουκούλλον ῥαβδοφόροι φιλοφρονούμενοι τοῖς ἐκείνου μετέδωκαν ἐκ τῶν ἰδίων, προσφάτους καὶ θαλερὰς ἔχοντες, καὶ τὸ γινόμενον εἰς οἰωνὸν ἐτίθεντο χρηστὸν οἱ Πομπηίου φίλοι: τῷ γὰρ ὄντι τὴν ἐκείνου στρατηγίαν αἱ τούτου πράξεις ἐκόσμησαν. [4] ἐκ δὲ τῶν λόγων πρὸς οὐδὲν ἐπιεικὲς συνέβησαν, ἀλλ᾽ ἔτι μᾶλλον ἀλλοτριωθέντες πρὸς ἀλλήλους ἀπῆλθον καὶ τὰς ὑπὸ τοῦ Λουκούλλου γενομένας διατάξεις ἠκύρωσεν Πομπήιος, στρατιώτας δὲ τοὺς ἄλλους ἀπαγαγών μόνους αὐτῷ χιλίους ἑξακοσίους ἀπέλιπε συνθριαμβεύσοντας, οὐδὲ τούτους μάλα προθύμως ἑπομένους. [5] οὕτω τις ἦν ἀφυὴς δυστυχὴς Λούκουλλος πρὸς τὸ πάντων ἐν ἡγεμονία πρῶτον καὶ μέγιστον ὡς, εἰ τοῦτο μετὰ τῶν ἄλλων ὑπῆρξεν αὐτῷ, τηλικούτων ὄντων καὶ τοσούτων, μετ᾽ ἀνδρείας, ἐπιμελείας, συνέσεως, δικαιοσύνης, οὐκ ἂν εἶχεν Ῥωμαίων ἡγεμονία τὸν Εὐφράτην τῆς Ἀσίας ὅρον, [6] ἀλλὰ τὰ ἔσχατα καὶ τὴν Ὑρκανίαν θάλατταν, τῶν μὲν ἄλλων ἐθνῶν Τιγράνῃ προηττημένων, τῆς δὲ Πάρθων δυνάμεως οὐχ ὅση κατὰ Κράσσον ἐξεφάνη τοσαύτης καὶ κατὰ Λούκουλλον οὔσης οὐδ᾽ ὁμοίως συνεστώσης, ἀλλ᾽ ὑπ ἐμφυλίων καὶ προσοίκων πολέμων οὐδ᾽ Ἀρμενίους ὑβρίζοντας ἐρρωμένης ἀμύνεσθαι.

νῦν δέ μοι δοκεῖ Λούκουλλος ὧν ὠφέλησε δι᾽ αὑτοῦ τὴν πατρίδα βλάψαι μείζονα δι᾽ ἑτέρων: [p. 592] [7] τὰ γὰρ ἐν Ἀρμενίᾳ τρόπαια Πάρθων πλησίον ἑστῶτα καὶ Τιγρανόκερτα καὶ Νίσιβις καὶ πλοῦτος ἐκ τούτων πολὺς εἰς Ῥώμην κομισθεὶς καὶ τὸ Τιγράνου διάδημα πομπευθὲν αἰχμάλωτον ἐπῆρε Κράσσον ἐπὶ τὴν Ἀσίαν, ὡς λάφυρα καὶ λείαν τοὺς βαρβάρους, ἄλλο δ᾽ οὐδὲν ὄντας. ταχὺ μέντοι τοῖς Πάρθων τοξεύμασιν ἐντυχών ἀπέδειξε τὸν Λούκουλλον οὐκ ἀφροσύνῃ καὶ μαλακίᾳ τῶν πολεμίων, αὑτοῦ δὲ τόλμῃ καὶ δεινότητι περιγενόμενον. ἀλλὰ ταῦτα μὲν ὕστερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: